Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 11.16.9 Polyb. 11.17.7 (English) >>Polyb. 11.18.6

11.17.4 δὲ Μαχανίδας, συνθεωρήσας κατὰ τὴν ἀπόλυσιν τὴν ἀπὸ τοῦ διώγματος φεύγουσαν τὴν αὑτοῦ δύναμιν, καὶ συλλογισάμενος διότι προπέπτωκε καὶ διέψευσται τῆς ὅλης ἐλπίδος, εὐθέως ἐπειρᾶτο συστραφεὶς μεθʼ ὧν εἶχε περὶ αὑτὸν ξένων, ἅθρους διαπεσεῖν διὰ τῶν ἐσκεδασμένων καὶ διωκόντων. 11.17.5 εἰς καὶ συνορῶντες ἔνιοι συνέμενον αὐτῷ τὰς ἀρχάς, ταύτην ἔχοντες τὴν ἐλπίδα τῆς σωτηρίας. 11.17.6 ὡς δὲ παραγενόμενοι συνεῖδον τοὺς Ἀχαιοὺς τηροῦντας τὴν ἐπὶ τῆς τάφρου γέφυραν, τότε δὴ πάντες ἐξαθυμήσαντες ἀπέρρεον ἀπʼ αὐτοῦ, καὶ καθʼ ἑαυτὸν ἕκαστος ἐπορίζετο τὴν σωτηρίαν. 11.17.7 καθʼ ὃν δὴ καιρὸν τύραννος ἀπογνοὺς τὴν διὰ τῆς γεφύρας ὁδὸν παρήλαυνε παρὰ τὴν τάφρον, ἐνεργῶς διάβασιν ζητῶν.

11.18.1

δὲ Φιλοποίμην, ἐπιγνοὺς τὸν Μαχανίδαν ἀπό τε τῆς πορφυρίδος καὶ τοῦ περὶ τὸν ἵππον κόσμου, τοὺς μὲν περὶ τὸν Ἀναξίδαμον ἀπολείπει, παρακαλέσας τηρεῖν ἐπιμελῶς τὴν δίοδον καὶ μηδενὸς φείδεσθαι τῶν μισθοφόρων διὰ τὸ τούτους εἶναι τοὺς συναύξοντας αἰεὶ τὰς ἐν τῇ Σπάρτῃ τυραννίδας· 11.18.2 αὐτὸς δὲ παραλαβὼν Πολύαινον τὸν Κυπαρισσέα καὶ Σιμίαν, οἷς ἐχρῆτο τότε παρασπισταῖς, ἐκ τοῦ πέραν τῆς τάφρου τὴν ἀντιπαραγωγὴν ἐποιεῖτο τῷ τυράννῳ καὶ τοῖς μετʼ αὐτοῦ· 11.18.3 δύο γὰρ ἦσαν οἱ τότε τῷ Μαχανίδᾳ συμμίξαντες, Ἀρηξίδαμος καὶ τῶν μισθοφόρων εἷς.



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 11.16.9 Polyb. 11.17.7 (English) >>Polyb. 11.18.6

Powered by PhiloLogic