Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 11.16.9 Polyb. 11.18.1 (English) >>Polyb. 11.18.8

11.17.5 εἰς καὶ συνορῶντες ἔνιοι συνέμενον αὐτῷ τὰς ἀρχάς, ταύτην ἔχοντες τὴν ἐλπίδα τῆς σωτηρίας. 11.17.6 ὡς δὲ παραγενόμενοι συνεῖδον τοὺς Ἀχαιοὺς τηροῦντας τὴν ἐπὶ τῆς τάφρου γέφυραν, τότε δὴ πάντες ἐξαθυμήσαντες ἀπέρρεον ἀπʼ αὐτοῦ, καὶ καθʼ ἑαυτὸν ἕκαστος ἐπορίζετο τὴν σωτηρίαν. 11.17.7 καθʼ ὃν δὴ καιρὸν τύραννος ἀπογνοὺς τὴν διὰ τῆς γεφύρας ὁδὸν παρήλαυνε παρὰ τὴν τάφρον, ἐνεργῶς διάβασιν ζητῶν.

11.18.1

δὲ Φιλοποίμην, ἐπιγνοὺς τὸν Μαχανίδαν ἀπό τε τῆς πορφυρίδος καὶ τοῦ περὶ τὸν ἵππον κόσμου, τοὺς μὲν περὶ τὸν Ἀναξίδαμον ἀπολείπει, παρακαλέσας τηρεῖν ἐπιμελῶς τὴν δίοδον καὶ μηδενὸς φείδεσθαι τῶν μισθοφόρων διὰ τὸ τούτους εἶναι τοὺς συναύξοντας αἰεὶ τὰς ἐν τῇ Σπάρτῃ τυραννίδας· 11.18.2 αὐτὸς δὲ παραλαβὼν Πολύαινον τὸν Κυπαρισσέα καὶ Σιμίαν, οἷς ἐχρῆτο τότε παρασπισταῖς, ἐκ τοῦ πέραν τῆς τάφρου τὴν ἀντιπαραγωγὴν ἐποιεῖτο τῷ τυράννῳ καὶ τοῖς μετʼ αὐτοῦ· 11.18.3 δύο γὰρ ἦσαν οἱ τότε τῷ Μαχανίδᾳ συμμίξαντες, Ἀρηξίδαμος καὶ τῶν μισθοφόρων εἷς. 11.18.4 ἅμα δὲ τῷ τὸν Μαχανίδαν κατά τινα τόπον εὔβατον τῆς τάφρου, προσθέντα τοὺς μύωπας, βίᾳ τὸν ἵππον ἐπάγειν καὶ διαπερᾶν, συναγαγὼν ἐκ μεταβολῆς Φιλοποίμην αὐτῷ καὶ πατάξας τῷ δόρατι καιρίως, καὶ προσενεγκὼν τῷ σαυρωτῆρι πληγὴν ἄλλην ἐκ διαλήψεως, ἐν χειρῶν νόμῳ διέφθειρε τὸν τύραννον.



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 11.16.9 Polyb. 11.18.1 (English) >>Polyb. 11.18.8

Powered by PhiloLogic