Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 11.18.2 Polyb. 11.18.10 (English) >>Polyb. 11.19.3

11.18.7 σπεύδοντες ἐπιδεῖξαι τοῖς ὄχλοις τὴν ἀπώλειαν τοῦ τῶν ὑπεναντίων ἡγεμόνος χάριν τοῦ πιστεύσαντας ἔτι μᾶλλον ἀνυπόπτως καὶ τεθαρρηκότως ποιήσασθαι τὸν ἐπιδιωγμὸν τῶν ὑπεναντίων ἕως τῆς Τεγεατῶν πόλεως. 11.18.8 καὶ μεγάλα συνεβάλετο πρὸς τὴν ὁρμὴν τῶν ὄχλων· οὐ γὰρ ἥκιστα διὰ τούτων τῆς μὲν Τεγέας ἐξ ἐφόδου κύριοι κατέστησαν, ταῖς δʼ ἐχομέναις παρὰ τὸν Εὐρώταν ἐστρατοπέδευον, κρατοῦντες ἤδη τῶν ὑπαίθρων ἀναμφισβητήτως. 11.18.9 καὶ πολλῶν χρόνων οὐ δυνάμενοι τοὺς πολεμίους ἐκ τῆς οἰκείας ἀπώσασθαι, τότε πᾶσαν ἀδεῶς ἐπόρθουν αὐτοὶ τὴν Λακωνικήν, 11.18.10 τῶν μὲν ἰδίων οὐ πολλοὺς ἀπολωλεκότες ἐν τῇ μάχῃ, τῶν δὲ Λακεδαιμονίων ἀπεκτακότες μὲν οὐκ ἐλάττους τῶν τετρακισχιλίων, ζωγρίᾳ δʼ εἰληφότες ἔτι πλείους τούτων, ὁμοίως δὲ καὶ τῆς ἀποσκευῆς κεκυριευκότες ἁπάσης καὶ τῶν ὅπλων.

IV. Res Italiae 11.18a.1

Ὅτι φησὶν Πολύβιος, τί γὰρ ὄφελός ἐστι τοῖς ἀναγινώσκουσι διεξιέναι πολέμους καὶ μάχας καὶ πόλεων ἐξανδραποδισμοὺς καὶ πολιορκίας, εἰ μὴ τὰς αἰτίας ἐπιγνώσονται, παρʼ ἃς ἐν ἑκάστοις οἱ μὲν κατώρθωσαν, οἱ δʼ ἐσφάλησαν; 11.18a.2 τὰ γὰρ τέλη τῶν πράξεων ψυχαγωγεῖ μόνον τοὺς ἀκούοντας, αἱ δὲ πρόσθεν διαλήψεις τῶν ἐπιβαλλομένων ἐξεταζόμεναι δεόντως ὠφελοῦσι τοὺς φιλομαθοῦντας. 11.18a.3 μάλιστα δὲ πάντων κατὰ μέρος χειρισμὸς ἑκάστων ἐπιδεικνύμενος ἐπανορθοῖ τοὺς συνεφιστάνοντας. —



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 11.18.2 Polyb. 11.18.10 (English) >>Polyb. 11.19.3

Powered by PhiloLogic