Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 11.17.2 Polyb. 11.18.2 (English) >>Polyb. 11.18.9

11.17.7 καθʼ ὃν δὴ καιρὸν τύραννος ἀπογνοὺς τὴν διὰ τῆς γεφύρας ὁδὸν παρήλαυνε παρὰ τὴν τάφρον, ἐνεργῶς διάβασιν ζητῶν.

11.18.1

δὲ Φιλοποίμην, ἐπιγνοὺς τὸν Μαχανίδαν ἀπό τε τῆς πορφυρίδος καὶ τοῦ περὶ τὸν ἵππον κόσμου, τοὺς μὲν περὶ τὸν Ἀναξίδαμον ἀπολείπει, παρακαλέσας τηρεῖν ἐπιμελῶς τὴν δίοδον καὶ μηδενὸς φείδεσθαι τῶν μισθοφόρων διὰ τὸ τούτους εἶναι τοὺς συναύξοντας αἰεὶ τὰς ἐν τῇ Σπάρτῃ τυραννίδας· 11.18.2 αὐτὸς δὲ παραλαβὼν Πολύαινον τὸν Κυπαρισσέα καὶ Σιμίαν, οἷς ἐχρῆτο τότε παρασπισταῖς, ἐκ τοῦ πέραν τῆς τάφρου τὴν ἀντιπαραγωγὴν ἐποιεῖτο τῷ τυράννῳ καὶ τοῖς μετʼ αὐτοῦ· 11.18.3 δύο γὰρ ἦσαν οἱ τότε τῷ Μαχανίδᾳ συμμίξαντες, Ἀρηξίδαμος καὶ τῶν μισθοφόρων εἷς. 11.18.4 ἅμα δὲ τῷ τὸν Μαχανίδαν κατά τινα τόπον εὔβατον τῆς τάφρου, προσθέντα τοὺς μύωπας, βίᾳ τὸν ἵππον ἐπάγειν καὶ διαπερᾶν, συναγαγὼν ἐκ μεταβολῆς Φιλοποίμην αὐτῷ καὶ πατάξας τῷ δόρατι καιρίως, καὶ προσενεγκὼν τῷ σαυρωτῆρι πληγὴν ἄλλην ἐκ διαλήψεως, ἐν χειρῶν νόμῳ διέφθειρε τὸν τύραννον. 11.18.5 τὸ δὲ παραπλήσιον ἐγίνετο καὶ περὶ τὸν Ἀρηξίδαμον ὑπὸ τῶν παρίππων. δὲ τρίτος ἀπογνοὺς τὴν διάβασιν διέφυγε τὸν κίνδυνον κατὰ τὸν τῶν προειρημένων φόνον. 11.18.6 πεσόντων δʼ ἀμφοτέρων, εὐθέως οἱ περὶ τὸν Σιμίαν, σκυλεύσαντες τοὺς νεκροὺς καὶ συναφελόντες ἅμα τοῖς ὅπλοις τὴν τοῦ τυράννου κεφαλήν, ἠπείγοντο πρὸς τοὺς διώκοντας,



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 11.17.2 Polyb. 11.18.2 (English) >>Polyb. 11.18.9

Powered by PhiloLogic