Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 11.19.1 Polyb. 11.19.7 (English) >>Polyb. 11.20.7

11.19.5 ἀλλʼ ὅμως τοῦ προεστῶτος ἀγχίνοια τὰς τηλικαύτας καὶ τοιαύτας διαφορὰς ἑνὸς ἐποίει προστάγματος ἀκούειν καὶ μιᾷ πείθεσθαι γνώμῃ, καίπερ οὐχ ἁπλῆς οὔσης τῆς περιστάσεως, ἀλλὰ καὶ ποικίλης, καὶ πολλάκις μὲν αὐτοῖς λαμπρᾶς ἐπιπνεούσης τῆς τύχης, ποτὲ δὲ τοὐναντίον. 11.19.6 ἐξ ὧν εἰκότως ἄν τις θαυμάσειε τὴν τοῦ προεστῶτος δύναμιν ἐν τούτῳ τῷ μέρει, καὶ θαρρῶν εἴπειεν ὡς εἴπερ ποιησάμενος τὴν ἀρχὴν ἐπʼ ἄλλα μέρη τῆς οἰκουμένης ἐπὶ τελευταίους ἦλθε Ῥωμαίους, οὐδὲν ἂν τῶν προτεθέντων αὐτὸν διέφυγε. 11.19.7 νῦν δʼ, ἐφʼ οὓς ἔδει τελευταίους ἐλθεῖν, ἀπὸ τούτων ἀρξάμενος, ἐν τούτοις ἐποιήσατο καὶ τὴν ἀρχὴν τῶν πράξεων καὶ τὸ τέλος.

V. Res Hispaniae 11.20.1

Οἱ μὲν οὖν περὶ τὸν Ἀσδρούβαν, ἁθροίσαντες τὴν στρατιὰν ἐκ τῶν πόλεων, ἐν αἷς ἐποιοῦντο τὴν παραχειμασίαν, προῆλθον, καὶ κατεστρατοπέδευσαν οὐ μακρὰν ἀπὸ τῆς πόλεως τῆς προσαγορευομένης Ἰλίπας, βαλόμενοι τὸν χάρακα πρὸς ταῖς ὑπωρείαις, καὶ προθέμενοι πεδία πρὸς ἀγῶνα καὶ μάχην εὐφυῆ. πλῆθος δὲ πεζῶν μὲν εἶχον εἰς ἑπτὰ μυριάδας, 11.20.2 ἱππεῖς δὲ τετρακισχιλίους, θηρία δὲ δυσὶ πλείω τῶν τριάκοντα. 11.20.3 Πόπλιος δὲ Μάρκον μὲν Ἰούνιον ἐξαπέστειλε πρὸς Κολίχαντα, παραληψόμενον τὰς ἑτοιμασθείσας αὐτῷ παρὰ τούτου δυνάμεις· αὗται δʼ ἦσαν πεζοὶ μὲν τρισχίλιοι, ἱππεῖς δὲ πεντακόσιοι· τοὺς δὲ λοιποὺς συμμάχους αὐτὸς παρελάμβανε,



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 11.19.1 Polyb. 11.19.7 (English) >>Polyb. 11.20.7

Powered by PhiloLogic