Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 11.20.1 Polyb. 11.20.9 (English) >>Polyb. 11.21.7

11.20.6 χωρὶς γὰρ τῶν συμμάχων οὐκ ἀξιόχρεοι παρῆσαν αἱ Ῥωμαϊκαὶ δυνάμεις αὐτῷ πρὸς τὸ διακινδυνεύειν· τὸ δʼ ἐπὶ τοῖς συμμάχοις ἔχοντας τὰς ἐλπίδας ὑπὲρ τῶν ὅλων κινδυνεύειν ἐπισφαλὲς ἐδόκει καὶ λίαν εἶναι παράβολον. 11.20.7 οὐ μὴν ἀλλὰ διαπορήσας, ὑπὸ δὲ τῶν πραγμάτων συγκλειόμενος, ἐπὶ τὸ συγχρῆσθαι κατηνέχθη τοῖς Ἴβηρσιν οὕτως ὥστε φαντασίαν μὲν παρασκευάζειν τοῖς ὑπεναντίοις, 11.20.8 τὸν δʼ ἀγῶνα ποιεῖσθαι διὰ τῶν ἰδίων στρατοπέδων. ταῦτα δὲ προθέμενος ἀνέζευξε μετὰ πάσης τῆς δυνάμεως, ἔχων πεζοὺς μὲν εἰς τετρακισμυρίους καὶ πεντακισχιλίους, ἱππεῖς δὲ περὶ τρισχιλίους. 11.20.9 ἐγγίσας δὲ τοῖς Καρχηδονίοις καὶ γενόμενος σύνοπτος ἐστρατοπέδευσε περί τινας γεωλόφους καταντικρὺ τῶν πολεμίων.

11.21.1

Μάγων δὲ νομίσας εὐφυῆ καιρὸν ἐπιθέσθαι καταστρατοπεδεύουσι τοῖς Ῥωμαίοις, ἀναλαβὼν τὸ πλεῖστον μέρος τῶν ἰδίων ἱππέων καὶ Μασαννάσαν μετὰ τῶν Νομάδων, ἤλαυνε πρὸς τὴν παρεμβολήν, πεπεισμένος ἀφυλακτοῦντα λήψεσθαι τὸν Πόπλιον. δὲ πάλαι προορώμενος τὸ μέλλον, 11.21.2 ὑπό τινα βουνὸν ὑπεστάλκει τοὺς ἱππεῖς, ἴσους τοῖς τῶν Καρχηδονίων· 11.21.3 ὧν ἀνυπονοήτως ἐμπεσόντων πολλοὶ μὲν ἐν ταῖς ἀρχαῖς ἀναστρέφοντες διὰ τὸ παράδοξον τῆς ἐπιφανείας τῆς ἄφνω τῶν ἱππέων ἀπέπεσον, οἱ δὲ λοιποὶ συμβάλλοντες τοῖς πολεμίοις ἐμάχοντο γενναίως.



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 11.20.1 Polyb. 11.20.9 (English) >>Polyb. 11.21.7

Powered by PhiloLogic