Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 11.20.2 Polyb. 11.21.1 (English) >>Polyb. 11.22.2

11.20.7 οὐ μὴν ἀλλὰ διαπορήσας, ὑπὸ δὲ τῶν πραγμάτων συγκλειόμενος, ἐπὶ τὸ συγχρῆσθαι κατηνέχθη τοῖς Ἴβηρσιν οὕτως ὥστε φαντασίαν μὲν παρασκευάζειν τοῖς ὑπεναντίοις, 11.20.8 τὸν δʼ ἀγῶνα ποιεῖσθαι διὰ τῶν ἰδίων στρατοπέδων. ταῦτα δὲ προθέμενος ἀνέζευξε μετὰ πάσης τῆς δυνάμεως, ἔχων πεζοὺς μὲν εἰς τετρακισμυρίους καὶ πεντακισχιλίους, ἱππεῖς δὲ περὶ τρισχιλίους. 11.20.9 ἐγγίσας δὲ τοῖς Καρχηδονίοις καὶ γενόμενος σύνοπτος ἐστρατοπέδευσε περί τινας γεωλόφους καταντικρὺ τῶν πολεμίων.

11.21.1

Μάγων δὲ νομίσας εὐφυῆ καιρὸν ἐπιθέσθαι καταστρατοπεδεύουσι τοῖς Ῥωμαίοις, ἀναλαβὼν τὸ πλεῖστον μέρος τῶν ἰδίων ἱππέων καὶ Μασαννάσαν μετὰ τῶν Νομάδων, ἤλαυνε πρὸς τὴν παρεμβολήν, πεπεισμένος ἀφυλακτοῦντα λήψεσθαι τὸν Πόπλιον. δὲ πάλαι προορώμενος τὸ μέλλον, 11.21.2 ὑπό τινα βουνὸν ὑπεστάλκει τοὺς ἱππεῖς, ἴσους τοῖς τῶν Καρχηδονίων· 11.21.3 ὧν ἀνυπονοήτως ἐμπεσόντων πολλοὶ μὲν ἐν ταῖς ἀρχαῖς ἀναστρέφοντες διὰ τὸ παράδοξον τῆς ἐπιφανείας τῆς ἄφνω τῶν ἱππέων ἀπέπεσον, οἱ δὲ λοιποὶ συμβάλλοντες τοῖς πολεμίοις ἐμάχοντο γενναίως. 11.21.4 τῇ δὲ παρὰ τῶν καταβαινόντων ἐν τοῖς Ῥωμαϊκοῖς ἱππεῦσιν εὐχειρίᾳ δυσχρηστούμενοι καὶ πολλοὺς ἀπολλύντες οἱ Καρχηδόνιοι, βραχὺ προσαντισχόντες ἐνέκλιναν. 11.21.5 καὶ τὸ μὲν πρῶτον ἐν τάξει τὴν ἀναχώρησιν ἐποιοῦντο, τῶν δὲ Ῥωμαίων ἐγκειμένων αὐτοῖς λύσαντες τὰς ἴλας κατέφυγον ὑπὸ τὴν αὑτῶν παρεμβολήν.



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 11.20.2 Polyb. 11.21.1 (English) >>Polyb. 11.22.2

Powered by PhiloLogic