Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 11.20.6 Polyb. 11.21.5 (English) >>Polyb. 11.22.6

11.21.2 ὑπό τινα βουνὸν ὑπεστάλκει τοὺς ἱππεῖς, ἴσους τοῖς τῶν Καρχηδονίων· 11.21.3 ὧν ἀνυπονοήτως ἐμπεσόντων πολλοὶ μὲν ἐν ταῖς ἀρχαῖς ἀναστρέφοντες διὰ τὸ παράδοξον τῆς ἐπιφανείας τῆς ἄφνω τῶν ἱππέων ἀπέπεσον, οἱ δὲ λοιποὶ συμβάλλοντες τοῖς πολεμίοις ἐμάχοντο γενναίως. 11.21.4 τῇ δὲ παρὰ τῶν καταβαινόντων ἐν τοῖς Ῥωμαϊκοῖς ἱππεῦσιν εὐχειρίᾳ δυσχρηστούμενοι καὶ πολλοὺς ἀπολλύντες οἱ Καρχηδόνιοι, βραχὺ προσαντισχόντες ἐνέκλιναν. 11.21.5 καὶ τὸ μὲν πρῶτον ἐν τάξει τὴν ἀναχώρησιν ἐποιοῦντο, τῶν δὲ Ῥωμαίων ἐγκειμένων αὐτοῖς λύσαντες τὰς ἴλας κατέφυγον ὑπὸ τὴν αὑτῶν παρεμβολήν. 11.21.6 οἱ μὲν οὖν Ῥωμαῖοι τούτου γενομένου θαρραλεώτερον διέκειντο πρὸς τὸν κίνδυνον, οἱ δὲ Καρχηδόνιοι τοὐναντίον. 11.21.7 οὐ μὴν ἀλλὰ ταῖς ἑξῆς ἐπί τινας ἡμέρας τάς τε δυνάμεις ἐκτάξαντες ἐν τῷ μεταξὺ πεδίῳ καὶ διὰ τῶν ἱππέων καὶ διὰ τῶν εὐζώνων ἀκροβολισμοὺς ποιησάμενοι καὶ καταπειράσαντες ἀλλήλων, ὥρμησαν ἐπὶ τὸ κρίνειν τὰ ὅλα.

11.22.1

Κατὰ δὲ τὸν καιρὸν τοῦτον δυσὶ δοκεῖ κεχρῆσθαι στρατηγήμασιν Πόπλιος. 11.22.2 θεωρῶν γὰρ τὸν Ἀσδρούβαν ὀψὲ ποιούμενον τὰς ἐξαγωγάς, καὶ μέσους Λίβυας, τὰ δὲ θηρία προτιθέμενον ἑκατέρων τῶν κεράτων, αὐτὸς εἰωθὼς τῇ μὲν ὥρᾳ προσανατείνειν, 11.22.3 τοὺς δὲ Ῥωμαίους μέσους ἀντιτάττειν τοῖς Λίβυσι, τοὺς δʼ Ἴβηρας ἐπὶ τῶν κεράτων παρεμβάλλειν, προέθετο κρίνειν ἡμέρᾳ, τἀναντία τοῖς προειρημένοις ποιήσας μεγάλα συνήργησε ταῖς σφετέραις δυνάμεσι πρὸς τὸ νικᾶν, οὐκ ὀλίγα δʼ ἠλάττωσε τοὺς πολεμίους.



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 11.20.6 Polyb. 11.21.5 (English) >>Polyb. 11.22.6

Powered by PhiloLogic