Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 11.22.4 Polyb. 11.22.10 (English) >>Polyb. 11.23.4

11.22.8 διόπερ ἠναγκάσθησαν οἱ περὶ τὸν Ἀσδρούβαν ἔτι νήστεις ἔχοντες τοὺς ἄνδρας ἀπαρασκεύως ἐκ τοῦ καιροῦ τοὺς μὲν ἱππεῖς καὶ τοὺς εὐζώνους ἐπαφιέναι τοῖς ἱππεῦσι τῶν ὑπεναντίων εἰς τὰ πεδία, τὰς δὲ πεζικὰς δυνάμεις παρατάττειν, οὐ πολὺ τῆς παρωρείας ἐν τοῖς ἐπιπέδοις ποιούμενοι τὴν ἔκταξιν, καθάπερ ἦν ἔθος αὐτοῖς. 11.22.9 ἕως μὲν οὖν τινος ἔμενον οἱ Ῥωμαῖοι τὴν ἡσυχίαν ἔχοντες· ἐπειδὴ δὲ τὸ μὲν τῆς ἡμέρας προύβαινε, τῶν δʼ εὐζώνων ἄκριτος ἦν καὶ πάρισος συμπλοκὴ διὰ τὸ τοὺς πιεζομένους καταφεύγοντας ὑπὸ τὰς ἰδίας φάλαγγας ἐκ μεταβολῆς κινδυνεύειν, 11.22.10 τὸ τηνικαῦτα δὲ διαδεξάμενος Πόπλιος διὰ τῶν διαστημάτων ἐν ταῖς σημαίαις εἴσω τοὺς ἀκροβολιζομένους, καὶ μερίσας ἐφʼ ἑκάτερον κέρας ὀπίσω τῶν παρατεταγμένων, πρῶτον μὲν τοὺς γροσφομάχους, ἐπὶ δὲ τούτοις ἐπιβάλλει τοὺς ἱππεῖς, τὰς μὲν ἀρχὰς μετωπηδὸν ποιούμενος τὴν ἔφοδον· 11.22.11 ἀποσχὼν δὲ περὶ τετραστάδιον τῶν ὑπεναντίων, τοὺς μὲν Ἴβηρας τηροῦντας τὰς τάξεις τὸν αὐτὸν τρόπον ποιεῖσθαι τὴν ἐπαγωγὴν παρήγγειλε, τῷ μὲν δεξιῷ τὰς σημαίας καὶ τὰς ἴλας ἐπιστρέφειν ἐπὶ δόρυ, τῷ δʼ εὐωνύμῳ τἀναντία.

11.23.1

καὶ λαβὼν αὐτὸς μὲν ἀπὸ τοῦ δεξιοῦ, Λεύκιος δὲ Μάρκιος καὶ Μάρκος Ἰούνιος ἀπὸ τῶν εὐωνύμων τρεῖς ἴλας ἱππέων τὰς ἡγουμένας, καὶ πρὸ τούτων γροσφομάχους τοὺς εἰθισμένους καὶ τρεῖς σπείραςτοῦτο δὲ καλεῖται τὸ σύνταγμα τῶν πεζῶν παρὰ Ῥωμαίοις κοόρτις



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 11.22.4 Polyb. 11.22.10 (English) >>Polyb. 11.23.4

Powered by PhiloLogic