Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 11.21.5 Polyb. 11.22.5 (English) >>Polyb. 11.22.11

11.22.3 τοὺς δὲ Ῥωμαίους μέσους ἀντιτάττειν τοῖς Λίβυσι, τοὺς δʼ Ἴβηρας ἐπὶ τῶν κεράτων παρεμβάλλειν, προέθετο κρίνειν ἡμέρᾳ, τἀναντία τοῖς προειρημένοις ποιήσας μεγάλα συνήργησε ταῖς σφετέραις δυνάμεσι πρὸς τὸ νικᾶν, οὐκ ὀλίγα δʼ ἠλάττωσε τοὺς πολεμίους. 11.22.4 ἅμα γὰρ τῷ φωτὶ διαπεμψάμενος τοὺς ὑπηρέτας παρήγγειλε πᾶσι τοῖς χιλιάρχοις καὶ τοῖς στρατιώταις ἀριστοποιησαμένους καὶ καθοπλισαμένους ἐξάγειν πρὸ τοῦ χάρακος. 11.22.5 γενομένου δὲ τούτου καὶ προθύμως πειθαρχησάντων διὰ τὴν ὑπόνοιαν τοῦ μέλλοντος, τοὺς μὲν ἱππεῖς καὶ τοὺς εὐζώνους προαπέστειλε, συντάξας ἐγγίζειν τῇ παρεμβολῇ τῶν ὑπεναντίων καὶ προσακροβολίζεσθαι θρασέως, 11.22.6 αὐτὸς δὲ τοὺς πεζοὺς ἔχων ἄρτι τῆς κατὰ τὸν ἥλιον ἀνατολῆς ἐπιφαινομένης προῆγε, καὶ παραγενόμενος εἰς μέσον τὸ πεδίον παρενέβαλε, τάττων ἐναντίως πρόσθεν· μέσους μὲν γὰρ ἐτίθει τοὺς Ἴβηρας, ἐπὶ δὲ τῶν κεράτων τὰ τῶν Ῥωμαίων. 11.22.7 τοῖς δὲ Καρχηδονίοις, ἄφνω συνεγγιζόντων πρὸς τὸν χάρακα τῶν ἱππέων, ἅμα δὲ καὶ τῆς ἄλλης δυνάμεως ἐκταττομένης ἐν ὄψει, μόλις ἐδόθη καιρὸς εἰς τὸ καθοπλίσασθαι. 11.22.8 διόπερ ἠναγκάσθησαν οἱ περὶ τὸν Ἀσδρούβαν ἔτι νήστεις ἔχοντες τοὺς ἄνδρας ἀπαρασκεύως ἐκ τοῦ καιροῦ τοὺς μὲν ἱππεῖς καὶ τοὺς εὐζώνους ἐπαφιέναι τοῖς ἱππεῦσι τῶν ὑπεναντίων εἰς τὰ πεδία, τὰς δὲ πεζικὰς δυνάμεις παρατάττειν, οὐ πολὺ τῆς παρωρείας ἐν τοῖς ἐπιπέδοις ποιούμενοι τὴν ἔκταξιν, καθάπερ ἦν ἔθος αὐτοῖς.


Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 11.21.5 Polyb. 11.22.5 (English) >>Polyb. 11.22.11

Powered by PhiloLogic