Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 11.22.10 Polyb. 11.23.3 (English) >>Polyb. 11.24.1

11.23.1

καὶ λαβὼν αὐτὸς μὲν ἀπὸ τοῦ δεξιοῦ, Λεύκιος δὲ Μάρκιος καὶ Μάρκος Ἰούνιος ἀπὸ τῶν εὐωνύμων τρεῖς ἴλας ἱππέων τὰς ἡγουμένας, καὶ πρὸ τούτων γροσφομάχους τοὺς εἰθισμένους καὶ τρεῖς σπείραςτοῦτο δὲ καλεῖται τὸ σύνταγμα τῶν πεζῶν παρὰ Ῥωμαίοις κοόρτις11.23.2 πλὴν οἱ μὲν ἐπʼ ἀσπίδα περικλάσαντες τούτους, οἱ δʼ ἐπὶ δόρυ, προῆγον ὀρθίους ἐπὶ τοὺς πολεμίους, ἐνεργῆ ποιούμενοι τὴν ἔφοδον, ἀεὶ τῶν ἑξῆς ἐπιβαλλόντων καὶ κατὰ περίκλασιν ἑπομένων. 11.23.3 ἐπεὶ δὲ τούτους μὲν οὐ πολὺ συνέβαινε τῶν πολεμίων ἀπέχειν, τοὺς δʼ Ἴβηρας ἐν τῇ κατὰ πρόσωπον πλευρᾷ τόπον ἱκανὸν ἔτι διεστάναι τῷ βάδην ποιεῖσθαι τὴν ἐπαγωγήν, προσέβαλλον τοῖς κέρασιν ἀμφοτέροις ἅμα τοῖς τῶν ὑπεναντίων ὀρθίαις ταῖς Ῥωμαϊκαῖς δυνάμεσι κατὰ τὴν ἐξ ἀρχῆς πρόθεσιν. 11.23.4 αἱ δὲ μετὰ ταῦτα κινήσεις, διʼ ὧν συνέβαινε τοὺς ἑπομένους, ἐπιπαρεμβάλλοντας ἐπὶ τὴν αὐτὴν εὐθεῖαν τοῖς ἡγουμένοις, συγκαθίστασθαι τοῖς πολεμίοις εἰς τὴν μάχην, τὴν ἐναντίαν εἶχον διάθεσιν ἀλλήλαις, καὶ καθόλου τὸ δεξιὸν κέρας τῷ λαιῷ καὶ κατὰ μέρος οἱ πεζοὶ τοῖς ἱππεῦσιν. 11.23.5 οἱ μὲν γὰρ ἐπὶ τοῦ δεξιοῦ κέρως ἱππεῖς μετὰ τῶν εὐζώνων, ἐκ δόρατος ἐπιπαρεμβάλλοντες, ὑπερκερᾶν ἐπειρῶντο τοὺς πολεμίους, οἱ δὲ πεζοὶ τοὐναντίον ἐξ ἀσπίδος παρενέβαλλον·



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 11.22.10 Polyb. 11.23.3 (English) >>Polyb. 11.24.1

Powered by PhiloLogic