11.23.3 ἐπεὶ δὲ τούτους μὲν οὐ πολὺ συνέβαινε τῶν πολεμίων ἀπέχειν, τοὺς δʼ Ἴβηρας ἐν τῇ κατὰ πρόσωπον πλευρᾷ τόπον ἱκανὸν ἔτι διεστάναι τῷ βάδην ποιεῖσθαι τὴν ἐπαγωγήν, προσέβαλλον τοῖς κέρασιν ἀμφοτέροις ἅμα τοῖς τῶν ὑπεναντίων ὀρθίαις ταῖς Ῥωμαϊκαῖς δυνάμεσι κατὰ τὴν ἐξ ἀρχῆς πρόθεσιν.
11.23.4 αἱ δὲ μετὰ ταῦτα κινήσεις, διʼ ὧν συνέβαινε τοὺς ἑπομένους, ἐπιπαρεμβάλλοντας ἐπὶ τὴν αὐτὴν εὐθεῖαν τοῖς ἡγουμένοις, συγκαθίστασθαι τοῖς πολεμίοις εἰς τὴν μάχην, τὴν ἐναντίαν εἶχον διάθεσιν ἀλλήλαις, καὶ καθόλου τὸ δεξιὸν κέρας τῷ λαιῷ καὶ κατὰ μέρος οἱ πεζοὶ τοῖς ἱππεῦσιν.
11.23.5 οἱ μὲν γὰρ ἐπὶ τοῦ δεξιοῦ κέρως ἱππεῖς μετὰ τῶν εὐζώνων, ἐκ δόρατος ἐπιπαρεμβάλλοντες, ὑπερκερᾶν ἐπειρῶντο τοὺς πολεμίους, οἱ δὲ πεζοὶ τοὐναντίον ἐξ ἀσπίδος παρενέβαλλον·
11.23.6 τῶν δὲ κατὰ τὸ λαιὸν οἱ μὲν ἐν ταῖς σπείραις ἐκ δόρατος, οἱ δʼ ἱππεῖς μετὰ τῶν γροσφομάχων ἐξ ἡνίας.
11.23.7 ἐγεγόνει μὲν οὖν ἐκ τῶν ἱππέων καὶ τῶν εὐζώνων ἀμφοτέρων τῶν κεράτων ἐκ ταύτης τῆς κινήσεως τὸ δεξιὸν εὐώνυμον.
11.23.8 οὗ μικρὸν λόγον θέμενος ὁ στρατηγὸς τοῦ μείζονος ἐποιήσατο πρόνοιαν, τοῦ κατὰ τὴν ὑπερκέρασιν, ὀρθῶς λογιζόμενος·
11.23.9 εἰδέναι μὲν γὰρ δεῖ τὸ γινόμενον, χρῆσθαι δὲ ταῖς πρὸς τὸν καιρὸν ἁρμοζούσαις κινήσεσιν.