11.24a.1
Ὅτι πάντων εὐδαιμονιζόντων τὸν Πόπλιον μετὰ τὸ τοὺς Καρχηδονίους ἐξελάσαι τῆς Ἰβηρίας, καὶ παρακαλούντων ἀναπαύεσθαι καὶ ῥᾳθυμεῖν, ἐπεὶ πέρας ἐπιτέθεικε τῷ πολέμῳ, μακαρίζειν αὐτοὺς ἔφη διότι τοιαύτας ἔχουσι τὰς ἐλπίδας,
11.24a.2 αὐτὸς δὲ νῦν καὶ μάλιστα βουλεύεσθαι τίνα τρόπον ἄρξηται τοῦ πρὸς Καρχηδονίους πολέμου·
11.24a.3 τὸν μὲν γὰρ πρὸ τούτου χρόνον Καρχηδονίους Ῥωμαίοις πεπολεμηκέναι, νυνὶ δὲ τὴν τύχην παραδεδωκέναι καιρὸν εἰς τὸ Ῥωμαίους Καρχηδονίοις ἐξενεγκεῖν πόλεμον. —
Ὅτι ὁ Πόπλιος διαλεχθεὶς τῷ Σόφακι,
11.24a.4 ἅτε δὴ πρὸς τοῦτο τὸ μέρος εὐφυὴς ὑπάρχων, οὕτω φιλανθρώπως ὡμίλησε καὶ ἐπιδεξίως ὥστε τὸν Ἀσδρούβαν εἰπεῖν ταῖς ὕστερον ἡμέραις πρὸς τὸν Σόφακα διότι φοβερώτερος αὐτῷ Πόπλιος πέφηνε κατὰ τὴν ὁμιλίαν ἤπερ ἐν τοῖς ὅπλοις. —
11.25.1
Ὅτι στάσεως γενομένης τινῶν ἐν τῷ στρατοπέδῳ τῷ Ῥωμαϊκῷ, ὁ Πόπλιος, καίπερ ἤδη πεῖραν εἰληφὼς τῶν πραγμάτων ἐφʼ ἱκανόν, ὅμως οὐδέποτε μᾶλλον εἰς ἀπορίαν ἧκε καὶ δυσχρηστίαν. καὶ τοῦτʼ ἔπασχε κατὰ λόγον·
11.25.2 καθάπερ γὰρ ἐπὶ τῶν σωμάτων τὰς μὲν ἐκτὸς αἰτίας τοῦ βλάπτειν, λέγω δʼ οἷον ψύχους, καύματος, κόπου, τραυμάτων, καὶ πρὶν γίνεσθαι φυλάξασθαι δυνατὸν καὶ γενομέναις εὐμαρὲς βοηθῆσαι, τὰ δʼ ἐξ αὐτῶν τῶν σωμάτων γινόμενα φύματα καὶ νόσους δυσχερὲς μὲν προϊδέσθαι, δυσχερὲς δὲ γενομένοις βοηθεῖν,