Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 11.24.8 Polyb. 11.25.1 (English) >>Polyb. 11.25.9

11.24a.3 τὸν μὲν γὰρ πρὸ τούτου χρόνον Καρχηδονίους Ῥωμαίοις πεπολεμηκέναι, νυνὶ δὲ τὴν τύχην παραδεδωκέναι καιρὸν εἰς τὸ Ῥωμαίους Καρχηδονίοις ἐξενεγκεῖν πόλεμον. —

Ὅτι Πόπλιος διαλεχθεὶς τῷ Σόφακι, 11.24a.4 ἅτε δὴ πρὸς τοῦτο τὸ μέρος εὐφυὴς ὑπάρχων, οὕτω φιλανθρώπως ὡμίλησε καὶ ἐπιδεξίως ὥστε τὸν Ἀσδρούβαν εἰπεῖν ταῖς ὕστερον ἡμέραις πρὸς τὸν Σόφακα διότι φοβερώτερος αὐτῷ Πόπλιος πέφηνε κατὰ τὴν ὁμιλίαν ἤπερ ἐν τοῖς ὅπλοις. —

11.25.1

Ὅτι στάσεως γενομένης τινῶν ἐν τῷ στρατοπέδῳ τῷ Ῥωμαϊκῷ, Πόπλιος, καίπερ ἤδη πεῖραν εἰληφὼς τῶν πραγμάτων ἐφʼ ἱκανόν, ὅμως οὐδέποτε μᾶλλον εἰς ἀπορίαν ἧκε καὶ δυσχρηστίαν. καὶ τοῦτʼ ἔπασχε κατὰ λόγον· 11.25.2 καθάπερ γὰρ ἐπὶ τῶν σωμάτων τὰς μὲν ἐκτὸς αἰτίας τοῦ βλάπτειν, λέγω δʼ οἷον ψύχους, καύματος, κόπου, τραυμάτων, καὶ πρὶν γίνεσθαι φυλάξασθαι δυνατὸν καὶ γενομέναις εὐμαρὲς βοηθῆσαι, τὰ δʼ ἐξ αὐτῶν τῶν σωμάτων γινόμενα φύματα καὶ νόσους δυσχερὲς μὲν προϊδέσθαι, δυσχερὲς δὲ γενομένοις βοηθεῖν, 11.25.3 τὸν αὐτὸν δὴ τρόπον καὶ περὶ πολιτείας καὶ περὶ στρατοπέδων διαληπτέον. 11.25.4 πρὸς μὲν γὰρ τὰς ἔξωθεν ἐπιβουλὰς καὶ πολέμους πρόχειρος τρόπος τῆς παρασκευῆς καὶ βοηθείας τοῖς ἐφιστάνουσι, 11.25.5 πρὸς δὲ τὰς ἐν αὐτοῖς γενομένας ἀντιπολιτείας καὶ στάσεις καὶ ταραχὰς δύσχρηστος βοήθεια καὶ μεγάλης ἐπιδεξιότητος καὶ διαφερούσης ἀγχινοίας δεομένη·



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 11.24.8 Polyb. 11.25.1 (English) >>Polyb. 11.25.9

Powered by PhiloLogic