Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 11.25.3 Polyb. 11.25.10 (English) >>Polyb. 11.26.6

11.25.8 πλὴν γε Πόπλιος, ἅτε διαφερόντως ἐπιμελὴς ὤν, καθάπερ ἐξ ἀρχῆς εἶπον, ἔτι δʼ ἀγχίνους καὶ πρακτικός, συναθροίσας τοὺς χιλιάρχους τοιάνδε τινὰ τῶν ἐνεστώτων εἰσηγεῖτο λύσιν. 11.25.9 ἔφη γὰρ δεῖν ἀναδέξασθαι τοῖς στρατιώταις τὴν τῶν ὀψωνίων ἀπόδοσιν· χάριν δὲ τοῦ πιστεύεσθαι τὴν ἐπαγγελίαν, τὰς ἐπιτεταγμένας εἰσφορὰς ταῖς πόλεσι πρότερον εἰς τὴν τοῦ παντὸς στρατοπέδου χορηγίαν ταύτας νῦν ἁθροίζειν ἐπιφανῶς καὶ μετὰ σπουδῆς, ὡς πρὸς τὴν διόρθωσιν τῶν ὀψωνίων γινομένης τῆς παρασκευῆς· 11.25.10 τοὺς δὲ χιλιάρχους τοὺς αὐτοὺς πάλιν πορευθέντας ἀξιοῦν καὶ παρακαλεῖν μετατίθεσθαι τὴν ἄγνοιαν καὶ κομίζεσθαι τὰς σιταρχίας, παραγινομένους ὡς αὐτόν, ἄν τε κατὰ μέρη βούλωνται τοῦτο ποιεῖν ἄν θʼ ὁμοῦ πάντες. 11.25.11 γενομένου δὲ τούτου τὸ λοιπὸν ἤδη παρʼ αὐτὸν τὸν καιρὸν ἔφη δεῖν βουλεύεσθαι τί δέον ἐστὶ πράττειν.

11.26.1

Οὗτοι μὲν οὖν ταῦτα διανοηθέντες ἐγίνοντο περὶ τὴν τῶν χρημάτων ἐπιμέλειαν· . 11.26.2 τῶν δὲ χιλιάρχων διασαφούντων τὰ δεδογμένα, γνοὺς Πόπλιος ἀνεκοινοῦτο τῷ συνεδρίῳ τί δέον ἐστὶ ποιεῖν. 11.26.3 ἔδοξεν οὖν αὐτοῖς, ἡμέραν διασαφήσαντας εἰς ἣν δεήσει παρεῖναι, πρὸς μὲν τὸ πλῆθος διαλύεσθαι, τοὺς δʼ αἰτίους κολάζειν πικρῶς· οὗτοι δʼ ἦσαν εἰς πέντε καὶ τριάκοντα τὸν ἀριθμόν.



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 11.25.3 Polyb. 11.25.10 (English) >>Polyb. 11.26.6

Powered by PhiloLogic