Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 11.25.11 Polyb. 11.26.7 (English) >>Polyb. 11.27.7

11.26.5 τοῖς μὲν χιλιάρχοις τοῖς πρεσβεύσασι συνέταξε διʼ ἀπορρήτων Πόπλιος ἀπαντᾶν τοῖς ἀποστάταις καὶ διελομένους ἕκαστον πέντε τῶν ἀρχηγῶν τῆς στάσεως εὐθέως κατὰ τὴν ἀπάντησιν φιλανθρωπεῖν καὶ καλεῖν ὡς αὑτούς, μάλιστα μὲν πρὸς κατασκήνωσιν· οἳ δʼ ἂν μὴ δύνωνται τοῦτο, πρός γε δεῖπνον καὶ τοιαύτην συνουσίαν. 11.26.6 τῷ δὲ μεθʼ αὑτοῦ στρατοπέδῳ παρήγγειλε πρὸ ἡμερῶν τριῶν ἐφόδια παρεσκευάσθαι κατὰ πλείω χρόνον ὡς ἐπὶ τὸν Ἀνδοβάλην αὐτῶν μετὰ Μάρκου πορευομένων. 11.26.7 καὶ θαρραλεωτέρους αὐτοὺς ἀκούσαντας ἐποίησε τοὺς ἀποστάτας· ἐν αὑτοῖς γὰρ ὑπέλαβον ἔσεσθαι τὴν πλείστην ἐξουσίαν, ἐπειδὰν συμμίξωσι τῷ στρατηγῷ τῶν ἄλλων στρατοπέδων κεχωρισμένων.

11.27.1

Συνεγγιζόντων δʼ αὐτῶν τῇ πόλει, τοῖς μὲν ἄλλοις στρατιώταις εἰς τὴν ἐπαύριον ἅμα τῷ φωτὶ παρηγγέλλετο μετὰ τῆς παρασκευῆς ἐξάγειν, 11.27.2 τοῖς δὲ χιλιάρχοις καὶ τοῖς ἐπάρχοις, ὅταν ἐκπορευομένοις μετὰ τοῦτο τὸ πρῶτον τὰς μὲν ἀποσκευὰς ἀποτιθέναι, τοὺς δὲ στρατιώτας κατέχειν ἐν τοῖς ὅπλοις ἐπὶ τῆς πύλης, κἄπειτα διελεῖν σφᾶς ἐφʼ ἑκάστην τῶν πυλῶν καὶ φροντίζειν ἵνα μηδεὶς ἐκπορεύηται τῶν ἀποστατῶν. 11.27.3 οἱ δὲ πρὸς τὴν ἀπάντησιν ἀποτεταγμένοι, συμμίξαντες τοῖς παραγινομένοις πρὸς αὐτούς, ἀπῆγον μετὰ φιλανθρωπίας τοὺς ἐν ταῖς αἰτίαις κατὰ τὸ συντεταγμένον.



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 11.25.11 Polyb. 11.26.7 (English) >>Polyb. 11.27.7

Powered by PhiloLogic