Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 11.26.6 Polyb. 11.27.6 (English) >>Polyb. 11.28.5

11.27.3 οἱ δὲ πρὸς τὴν ἀπάντησιν ἀποτεταγμένοι, συμμίξαντες τοῖς παραγινομένοις πρὸς αὐτούς, ἀπῆγον μετὰ φιλανθρωπίας τοὺς ἐν ταῖς αἰτίαις κατὰ τὸ συντεταγμένον. 11.27.4 τούτοις μὲν οὖν ὑπʼ αὐτὸν τὸν καιρὸν ἐρρήθη συλλαβεῖν τοὺς πέντε καὶ τριάκοντʼ ἄνδρας, ἐπειδὰν δειπνήσωσι, δήσαντάς τε τηρεῖν, μηδενὸς ἔτι τῶν ἔνδον ἐκπορευομένου πλὴν τοῦ διασαφήσοντος τῷ στρατηγῷ παρʼ ἑκάστου τὸ γεγονός. 11.27.5 πραξάντων δὲ τῶν χιλιάρχων τὸ συνταχθέν, εἰς τὴν ἐπιοῦσαν στρατηγὸς ἅμα τῷ φωτὶ θεωρῶν τοὺς παραγινομένους ἡθροισμένους εἰς τὴν ἀγοράν, συνεκάλει τὴν ἐκκλησίαν. 11.27.6 πάντων δὲ συντρεχόντων κατὰ τὸν ἐθισμὸν ἅμα τῷ σημῆναι, καὶ μετεώρων ὄντων ταῖς διανοίαις οἷόν ποτʼ ὄψονται τὸν στρατηγὸν καὶ τί ποτʼ ἀκούσονται περὶ τῶν ἐνεστώτων, 11.27.7 πρὸς μὲν τοὺς ἐπὶ τῶν πυλῶν χιλιάρχους Πόπλιος διεπέμψατο, κελεύων αὐτοὺς ἄγειν τοὺς στρατιώτας ἐν τοῖς ὅπλοις καὶ περιστῆναι τὴν ἐκκλησίαν, αὐτὸς δὲ προπορευθεὶς ἐξέστησε ταῖς διανοίαις πάντας εὐθέως κατὰ τὴν πρώτην φαντασίαν· 11.27.8 ἔτι γὰρ ὑπολαμβάνοντες αὐτὸν ἀσθενῶς ἔχειν οἱ πολλοί, κἄπειτα παρὰ τὴν προσδοκίαν αἰφνιδίως ἐρρωμένον θεασάμενοι κατὰ τὴν ἐπίφασιν κατεπλάγησαν.

11.28.1

Οὐ μὴν ἀλλʼ οὕτω πως ἤρξατο τῶν λόγων. ἔφη γὰρ θαυμάζειν τίνι δυσαρεστήσαντες ποίαις ἐλπίσιν ἐπαρθέντες ἐπεβάλοντο ποιεῖσθαι τὴν ἀπόστασιν.



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 11.26.6 Polyb. 11.27.6 (English) >>Polyb. 11.28.5

Powered by PhiloLogic