Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 11.28.3 Polyb. 11.28.11 (English) >>Polyb. 11.29.7

11.28.8 ἔστι γὰρ παραπλήσιον ὡς ἂν εἴ τις ὑπὸ γονέως ἰδίου φάσκων εἰς ἀργυρίου λόγον ἀδικεῖσθαι παρείη μετὰ τῶν ὅπλων, ἀποκτενῶν τοῦτον παρʼ οὗ τὸ ζῆν αὐτὸς ἔλαβε. 11.28.9 νὴ Δίʼ ἀλλʼ ἐγὼ τὰς μὲν κακοπαθείας ὑμῖν καὶ τοὺς κινδύνους πλείους τοῖς ἄλλοις ἐπέταττον, τὰ δὲ λυσιτελῆ καὶ τὰς ὠφελείας ἑτέροις μᾶλλον ἐμέριζον· 11.28.10 ἀλλʼ οὔτε τολμᾶτε τοῦτο λέγειν οὔτε τολμήσαντες δύναισθʼ ἂν ἀποδεῖξαι. 11.28.11 τί οὖν ἐστιν, ἐφʼ δυσαρεστούμενοι κατὰ τὸ παρὸν ἡμῖν τὰς ἀποστάσεις ἐποιήσασθε; τοῦτʼ ἤδη βούλομαι πυθέσθαι· δοκῶ μὲν γὰρ οὐδὲν οὔτʼ ἐρεῖν οὔτʼ ἐπινοήσειν ὑμῶν

11.29.1

οὐδένα. καὶ μὴν οὐδὲ τοῖς ὑποκειμένοις ἀσχάλλοντες· πότε γὰρ εὔροια πραγμάτων μείζων; πότε δὲ πλείω προτερήματα γέγονε τῇ Ῥώμῃ; πότε δὲ τοῖς στρατευομένοις μείζους ἐλπίδες νῦν; 11.29.2 ἀλλʼ ἴσως ἐρεῖ τις τῶν ἀπηλπικότων ὅτι πλείω τὰ λυσιτελῆ τὰ παρὰ τοῖς ἐχθροῖς προυφαίνετο καὶ μείζους ἐλπίδες καὶ βεβαιότεραι· παρὰ τίσι δὴ τούτοις; 11.29.3 παρʼ Ἀνδοβάλῃ καὶ Μανδονίῳ; καὶ τίς ὑμῶν οὐκ οἶδε διότι πρότερον μὲν οὗτοι παρασπονδήσαντες Καρχηδονίους πρὸς ἡμᾶς ἀπέστησαν, νῦν δὲ πάλιν ἀθετήσαντες τοὺς ὅρκους καὶ τὴν πίστιν ἐχθροὺς ἡμῖν σφᾶς αὐτοὺς ἀναδεδείχασι; 11.29.4 καλόν γε τούτοις πιστεύσαντας πολεμίους γενέσθαι τῆς ἑαυτῶν πατρίδος.



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 11.28.3 Polyb. 11.28.11 (English) >>Polyb. 11.29.7

Powered by PhiloLogic