Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.]. | ||
<<Polyb. 11.27.8 | Polyb. 11.28.9 (English) | >>Polyb. 11.29.5 |
11.28.6 πότερον οὖν ἐχρῆν ἀποστάτας γενομένους τῆς πατρίδος καὶ πολεμίους τῆς θρεψάσης οὕτως ἐγκαλεῖν ἢ παρόντας λέγειν μὲν περὶ τούτων πρὸς ἐμέ , παρακαλεῖν δὲ τοὺς φίλους συνεπιλαβέσθαι καὶ βοηθεῖν ὑμῖν ;
11.28.7 δοκῶ γάρ , ἦν τοῦτο βέλτιον . τοῖς μὲν γὰρ μισθοῦ παρά τισι στρατευομένοις ἔστιν ὅτε συγγνώμην δοτέον ἀφισταμένοις τῶν μισθοδοτῶν , τοῖς δʼ ὑπὲρ ἑαυτῶν πολεμοῦσι καὶ γυναικῶν ἰδίων καὶ τέκνων οὐδαμῶς συγχωρητέον ·
11.28.8 ἔστι γὰρ παραπλήσιον ὡς ἂν εἴ τις ὑπὸ γονέως ἰδίου φάσκων εἰς ἀργυρίου λόγον ἀδικεῖσθαι παρείη μετὰ τῶν ὅπλων , ἀποκτενῶν τοῦτον παρʼ οὗ τὸ ζῆν αὐτὸς ἔλαβε .
11.28.9 νὴ Δίʼ ἀλλʼ ἐγὼ τὰς μὲν κακοπαθείας ὑμῖν καὶ τοὺς κινδύνους πλείους ἢ τοῖς ἄλλοις ἐπέταττον , τὰ δὲ λυσιτελῆ καὶ τὰς ὠφελείας ἑτέροις μᾶλλον ἐμέριζον ·
11.28.10 ἀλλʼ οὔτε τολμᾶτε τοῦτο λέγειν οὔτε τολμήσαντες δύναισθʼ ἂν ἀποδεῖξαι .
11.28.11 τί οὖν ἐστιν , ἐφʼ ᾧ δυσαρεστούμενοι κατὰ τὸ παρὸν ἡμῖν τὰς ἀποστάσεις ἐποιήσασθε ; τοῦτʼ ἤδη βούλομαι πυθέσθαι · δοκῶ μὲν γὰρ οὐδὲν οὔτʼ ἐρεῖν οὔτʼ ἐπινοήσειν ὑμῶν
11.29.1
Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.]. | ||
<<Polyb. 11.27.8 | Polyb. 11.28.9 (English) | >>Polyb. 11.29.5 |