Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 11.29.4 Polyb. 11.29.11 (English) >>Polyb. 11.31.1

11.29.8 διόπερ ἐγὼ περὶ ὑμῶν πρός τε τὴν Ῥώμην καὶ πρὸς αὑτὸν ἀπολογήσομαι, τὰ παρὰ πᾶσιν ἀνθρώποις ὁμολογούμενα δίκαια προθέμενος. 11.29.9 ταῦτα δʼ ἐστὶ διότι πᾶς ὄχλος εὐπαραλόγιστος ὑπάρχει καὶ πρὸς πᾶν εὐάγωγος. ὅθεν αἰεὶ τὸ παραπλήσιον πάθος συμβαίνει περί τε τοὺς ὄχλους καὶ τὴν θάλατταν. 11.29.10 καθάπερ γὰρ κἀκείνης μὲν ἰδία φύσις ἐστὶν ἀβλαβὴς τοῖς χρωμένοις καὶ στάσιμος, ὅταν δʼ εἰς αὐτὴν ἐμπέσῃ τὰ πνεύματα βίᾳ, τοιαύτη φαίνεται τοῖς χρωμένοις οἷοί τινες ἂν ὦσιν οἱ κυκλοῦντες αὐτὴν ἄνεμοι, 11.29.11 τὸν αὐτὸν τρόπον καὶ τὸ πλῆθος ἀεὶ καὶ φαίνεται καὶ γίνεται πρὸς τοὺς χρωμένους οἵους ἂν ἔχῃ προστάτας καὶ συμβούλους. 11.29.12 διὸ κἀγὼ νῦν καὶ πάντες οἱ προεστῶτες τοῦ στρατοπέδου πρὸς μὲν ὑμᾶς διαλυόμεθα καὶ πίστιν δίδομεν ἐφʼ μὴ μνησικακήσειν. 11.29.13 πρὸς δὲ τοὺς αἰτίους ἀκαταλλάκτως διακείμεθα, κολάζειν αὐτοὺς ἀξίως καὶ τῶν εἰς τὴν πατρίδα καὶ τῶν εἰς ἡμᾶς ἡμαρτημένων.

11.30.1

Ἀκμὴν δὲ ταῦτʼ ἔλεγε καὶ κύκλῳ μὲν οἱ στρατιῶται περιεστῶτες ἐν τοῖς ὅπλοις ἀπὸ παραγγέλματος συνεψόφησαν ταῖς μαχαίραις τοὺς θυρεούς, ἅμα δὲ τούτοις δεδεμένοι γυμνοὶ οἱ τῆς στάσεως αἴτιοι γεγονότες εἰσήγοντο. 11.30.2 τῷ δὲ πλήθει τοιοῦτον παρέστη δέος ὑπό τε τοῦ πέριξ φόβου καὶ τῶν κατὰ πρόσωπον δεινῶν, ὥστε τῶν μὲν μαστιγουμένων, τῶν δὲ πελεκιζομένων μήτε τὴν ὄψιν ἀλλοιῶσαι μήτε φωνὴν προέσθαι μηδένα, μένειν δὲ πάντας ἀχανεῖς, ἐκπεπληγμένους πρὸς τὸ συμβαῖνον.



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 11.29.4 Polyb. 11.29.11 (English) >>Polyb. 11.31.1

Powered by PhiloLogic