Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.]. | ||
<<Polyb. 11.28.7 | Polyb. 11.29.3 (English) | >>Polyb. 11.29.10 |
11.28.11 τί οὖν ἐστιν , ἐφʼ ᾧ δυσαρεστούμενοι κατὰ τὸ παρὸν ἡμῖν τὰς ἀποστάσεις ἐποιήσασθε ; τοῦτʼ ἤδη βούλομαι πυθέσθαι · δοκῶ μὲν γὰρ οὐδὲν οὔτʼ ἐρεῖν οὔτʼ ἐπινοήσειν ὑμῶν
11.29.1
ἀλλʼ ἴσως ἐρεῖ τις τῶν ἀπηλπικότων ὅτι πλείω τὰ λυσιτελῆ τὰ παρὰ τοῖς ἐχθροῖς προυφαίνετο καὶ μείζους ἐλπίδες καὶ βεβαιότεραι · παρὰ τίσι δὴ τούτοις ;
11.29.3 ἢ παρʼ Ἀνδοβάλῃ καὶ Μανδονίῳ ; καὶ τίς ὑμῶν οὐκ οἶδε διότι πρότερον μὲν οὗτοι παρασπονδήσαντες Καρχηδονίους πρὸς ἡμᾶς ἀπέστησαν , νῦν δὲ πάλιν ἀθετήσαντες τοὺς ὅρκους καὶ τὴν πίστιν ἐχθροὺς ἡμῖν σφᾶς αὐτοὺς ἀναδεδείχασι ;
11.29.4 καλόν γε τούτοις πιστεύσαντας πολεμίους γενέσθαι τῆς ἑαυτῶν πατρίδος .
11.29.5 οὐ μὴν οὐδʼ ἐν αὑτοῖς εἴχετε τὰς ἐλπίδας ὡς κρατήσοντες τῆς Ἰβηρίας · οὐδὲ γὰρ μετʼ Ἀνδοβάλου ταχθέντες ἱκανοὶ πρὸς ἡμᾶς ἦτε διακινδυνεύειν , μή τι καὶ καθʼ ἑαυτοὺς ταττόμενοι .
11.29.6 τί οὖν ἦν ᾧ προσείχετε ; πυθέσθαι γὰρ ἂν βουλοίμην ὑμῶν . εἰ μὴ νὴ Δία ταῖς ἐμπειρίαις τῶν νῦν προχειρισθέντων ἡγεμόνων καὶ ταῖς ἀρεταῖς πιστεύοντες ἢ καὶ ταῖς ῥάβδοις καὶ τοῖς πελέκεσι τοῖς προηγουμένοις αὐτῶν · ὑπὲρ ὧν οὐδὲ λέγειν πλείω καλόν .
Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.]. | ||
<<Polyb. 11.28.7 | Polyb. 11.29.3 (English) | >>Polyb. 11.29.10 |