Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 11.29.7 Polyb. 11.30.2 (English) >>Polyb. 11.31.3

11.29.12 διὸ κἀγὼ νῦν καὶ πάντες οἱ προεστῶτες τοῦ στρατοπέδου πρὸς μὲν ὑμᾶς διαλυόμεθα καὶ πίστιν δίδομεν ἐφʼ μὴ μνησικακήσειν. 11.29.13 πρὸς δὲ τοὺς αἰτίους ἀκαταλλάκτως διακείμεθα, κολάζειν αὐτοὺς ἀξίως καὶ τῶν εἰς τὴν πατρίδα καὶ τῶν εἰς ἡμᾶς ἡμαρτημένων.

11.30.1

Ἀκμὴν δὲ ταῦτʼ ἔλεγε καὶ κύκλῳ μὲν οἱ στρατιῶται περιεστῶτες ἐν τοῖς ὅπλοις ἀπὸ παραγγέλματος συνεψόφησαν ταῖς μαχαίραις τοὺς θυρεούς, ἅμα δὲ τούτοις δεδεμένοι γυμνοὶ οἱ τῆς στάσεως αἴτιοι γεγονότες εἰσήγοντο. 11.30.2 τῷ δὲ πλήθει τοιοῦτον παρέστη δέος ὑπό τε τοῦ πέριξ φόβου καὶ τῶν κατὰ πρόσωπον δεινῶν, ὥστε τῶν μὲν μαστιγουμένων, τῶν δὲ πελεκιζομένων μήτε τὴν ὄψιν ἀλλοιῶσαι μήτε φωνὴν προέσθαι μηδένα, μένειν δὲ πάντας ἀχανεῖς, ἐκπεπληγμένους πρὸς τὸ συμβαῖνον. 11.30.3 οἱ μὲν οὖν ἀρχηγοὶ τῶν κακῶν αἰκισθέντες εἵλκοντο διὰ μέσων, ἀπηλλαγμένοι τοῦ ζῆν· οἱ δὲ λοιποὶ παρὰ μὲν τοῦ στρατηγοῦ καὶ τῶν ἄλλων ἀρχόντων 11.30.4 κατὰ κοινὸν ἔλαβον τὰς πίστεις ἐφʼ μηδένα μηδενὶ μνησικακήσειν, αὐτοὶ δὲ καθʼ ἕνα προϊόντες ὤμνυον τοῖς χιλιάρχοις μὴν πειθαρχήσειν τοῖς παραγγελλομένοις ὑπὸ τῶν ἀρχόντων καὶ μηδὲν ὑπεναντίον φρονήσειν τῇ Ῥώμῃ.

Πόπλιος μὲν οὖν, 11.30.5 μεγάλων κινδύνων ἀρχὴν φυομένων καλῶς διορθωσάμενος, πάλιν ἀποκατέστησε τὰς οἰκείας δυνάμεις εἰς τὴν ἐξ ἀρχῆς διάθεσιν. —



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 11.29.7 Polyb. 11.30.2 (English) >>Polyb. 11.31.3

Powered by PhiloLogic