Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 11.31.1 Polyb. 11.31.8 (English) >>Polyb. 11.32.6

11.31.6 ἵνα φανερὸν γένηται πᾶσιν ὡς οὐκ Ἴβηρσι Καρχηδονίους καταπολεμησάμενοι, καθάπερ ἔνιοί φασιν, ἐξεβάλομεν ἐξ Ἰβηρίας, ἀλλὰ καὶ Καρχηδονίους καὶ Κελτίβηρας ταῖς Ῥωμαίων ἀρεταῖς καὶ τῇ σφετέρᾳ γενναιότητι νενικήκαμεν. ταῦτα δʼ εἰπὼν ὁμονοεῖν παρῄνει καὶ θαρροῦντας, 11.31.7 εἰ καὶ πρὸς ἄλλον τινά, καὶ πρὸς τοῦτον ἰέναι τὸν κίνδυνον. περὶ δὲ τοῦ νικᾶν αὐτὸς ἔφη μετὰ τῶν θεῶν ποιήσασθαι τὴν καθήκουσαν πρόνοιαν. 11.31.8 τῷ δὲ πλήθει τοιαύτη παρέστη προθυμία καὶ θάρσος ὥστε παραπλησίους εἶναι πάντας ἐκ τῆς ἀπόψεως τοῖς ὁρῶσι τοὺς πολεμίους καὶ μέλλουσιν ὅσον οὔπω πρὸς αὐτοὺς διακινδυνεύειν.

11.32.1

Τότε μὲν οὖν ταῦτʼ εἰπὼν διαφῆκε τὴν ἐκκλησίαν. τῇ δʼ ἐπαύριον ἀναζεύξας προῆγε, καὶ παραγενηθεὶς ἐπὶ τὸν Ἴβηρα ποταμὸν δεκαταῖος καὶ περαιωθεὶς τῇ τετάρτῃ μετὰ ταύτην προσεστρατοπέδευσε τοῖς ὑπεναντίοις, λαβὼν αὐλῶνά τινα μεταξὺ τῆς αὑτοῦ καὶ τῶν πολεμίων στρατοπεδείας. 11.32.2 τῇ δʼ ἑξῆς εἰς τὸν προειρημένον αὐλῶνα προσέβαλέ τινα θρέμματα τῶν παρεπομένων τῷ στρατοπέδῳ, συντάξας ἑτοίμους ἔχειν τοὺς ἱππεῖς τῷ Γαΐῳ, τοὺς δὲ γροσφομάχους ἐπέταξε τῶν χιλιάρχων τισὶ παρασκευάζειν. 11.32.3 ταχὺ δὲ τῶν Ἰβήρων ἐπιπεσόντων ἐπὶ τὰ θρέμματʼ ἐξαφῆκε τῶν γροσφομάχων τινάς. γινομένης δὲ διὰ τούτων συμπλοκῆς καὶ προσβοηθούντων ἑκατέροις πλειόνων, συνέστη μέγας ἀκροβολισμὸς τῶν πεζῶν περὶ τὸν αὐλῶνα.



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 11.31.1 Polyb. 11.31.8 (English) >>Polyb. 11.32.6

Powered by PhiloLogic