Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 11.32.2 Polyb. 11.33.1 (English) >>Polyb. 11.33.8

11.32.6 δὲ Πόπλιος ἕτοιμος μὲν ἦν πρὸς τὴν χρείαν, θεωρῶν δὲ τοὺς Ἴβηρας ἀλογίστως συγκαταβαίνοντας εἰς τὸν αὐλῶνα καὶ τάττοντας οὐ μόνον τοὺς ἱππεῖς, ἀλλὰ καὶ τοὺς πεζοὺς ἐν τοῖς ἐπιπέδοις, ἐπέμενε, βουλόμενος ὡς πλείστους ταύτῃ χρήσασθαι τῇ παρεμβολῇ, 11.32.7 πιστεύων μὲν καὶ τοῖς ἱππεῦσι τοῖς ἰδίοις, ἔτι δὲ μᾶλλον τοῖς πεζοῖς, διὰ τὸ κατὰ τὰς ἐξ ὁμολόγου καὶ συστάδην μάχας τόν τε καθοπλισμὸν καὶ τοὺς ἄνδρας τοὺς παρʼ αὑτοῦ πολὺ διαφέρειν τῶν Ἰβήρων.

11.33.1

Ἐπεὶ δʼ ἔδοξε τὸ δέον αὐτῷ γίνεσθαι, πρὸς μὲν τοὺς ἐν τῇ παρωρείᾳ τεταγμένους τῶν πολεμίων ἀντέταττε πρὸς δὲ τοὺς εἰς τὸν αὐλῶνα καταβεβηκότας ἅθρους ἄγων ἐκ τῆς παρεμβολῆς ἐπὶ τέτταρας κοόρτις προσέβαλε τοῖς πεζοῖς τῶν ὑπεναντίων. 11.33.2 κατὰ δὲ τὸν καιρὸν τοῦτον καὶ Γάιος Λαίλιος, ἔχων τοὺς ἱππεῖς, προῆγε διὰ τῶν λόφων τῶν ἀπὸ τῆς παρεμβολῆς ἐπὶ τὸν αὐλῶνα κατατεινόντων, καὶ προσέβαλλε τοῖς τῶν Ἰβήρων ἱππεῦσι κατὰ νώτου, καὶ συνεῖχε τούτους ἐν τῇ πρὸς αὑτὸν μάχῃ. λοιπὸν οἱ μὲν πεζοὶ τῶν ὑπεναντίων, 11.33.3 ἐρημωθέντες τῆς τῶν ἱππέων χρείας, οἷς πιστεύσαντες εἰς τὸν αὐλῶνα κατέβησαν, ἐπιεζοῦντο καὶ κατεβαροῦντο τῇ μάχῃ, οἱ δʼ ἱππεῖς τὸ παραπλήσιον ἔπασχον· 11.33.4 ἀπειλημμένοι γὰρ ἐν στενῷ καὶ δυσχρηστούμενοι πλείους ὑφʼ αὑτῶν τῶν πολεμίων διεφθείροντο, τῶν μὲν ἰδίων πεζῶν ἐκ πλαγίου προσκειμένων αὐτοῖς, τῶν δὲ πολεμίων τῶν πεζῶν κατὰ πρόσωπον, τῶν δʼ ἱππέων κατὰ νώτου περιεστώτων.



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 11.32.2 Polyb. 11.33.1 (English) >>Polyb. 11.33.8

Powered by PhiloLogic