Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 11.32.5 Polyb. 11.33.3 (English) >>Polyb. 11.34.1

11.33.1

Ἐπεὶ δʼ ἔδοξε τὸ δέον αὐτῷ γίνεσθαι, πρὸς μὲν τοὺς ἐν τῇ παρωρείᾳ τεταγμένους τῶν πολεμίων ἀντέταττε πρὸς δὲ τοὺς εἰς τὸν αὐλῶνα καταβεβηκότας ἅθρους ἄγων ἐκ τῆς παρεμβολῆς ἐπὶ τέτταρας κοόρτις προσέβαλε τοῖς πεζοῖς τῶν ὑπεναντίων. 11.33.2 κατὰ δὲ τὸν καιρὸν τοῦτον καὶ Γάιος Λαίλιος, ἔχων τοὺς ἱππεῖς, προῆγε διὰ τῶν λόφων τῶν ἀπὸ τῆς παρεμβολῆς ἐπὶ τὸν αὐλῶνα κατατεινόντων, καὶ προσέβαλλε τοῖς τῶν Ἰβήρων ἱππεῦσι κατὰ νώτου, καὶ συνεῖχε τούτους ἐν τῇ πρὸς αὑτὸν μάχῃ. λοιπὸν οἱ μὲν πεζοὶ τῶν ὑπεναντίων, 11.33.3 ἐρημωθέντες τῆς τῶν ἱππέων χρείας, οἷς πιστεύσαντες εἰς τὸν αὐλῶνα κατέβησαν, ἐπιεζοῦντο καὶ κατεβαροῦντο τῇ μάχῃ, οἱ δʼ ἱππεῖς τὸ παραπλήσιον ἔπασχον· 11.33.4 ἀπειλημμένοι γὰρ ἐν στενῷ καὶ δυσχρηστούμενοι πλείους ὑφʼ αὑτῶν τῶν πολεμίων διεφθείροντο, τῶν μὲν ἰδίων πεζῶν ἐκ πλαγίου προσκειμένων αὐτοῖς, τῶν δὲ πολεμίων τῶν πεζῶν κατὰ πρόσωπον, τῶν δʼ ἱππέων κατὰ νώτου περιεστώτων. 11.33.5 τοιαύτης δὲ γενομένης τῆς μάχης οἱ μὲν εἰς τὸν αὐλῶνα καταβάντες σχεδὸν ἅπαντες διεφθάρησαν, οἱ δʼ ἐν τῇ παρωρείᾳ διέφυγον. 11.33.6 οὗτοι δʼ ἦσαν εὔζωνοι, τρίτον δὲ μέρος τῆς ἁπάσης δυνάμεως, μεθʼ ὧν καὶ τὸν Ἀνδοβάλην συνέβη διασωθέντα φυγεῖν εἴς τι χωρίον ὀχυρόν. —

Πόπλιος δέ,



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 11.32.5 Polyb. 11.33.3 (English) >>Polyb. 11.34.1

Powered by PhiloLogic