Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 11.3.1 Polyb. 11.4.2 (English) >>Polyb. 11.4.7

11.3.6 καθόλου δʼ εἰς τοιαύτην εὐελπιστίαν παρεγένοντο καὶ θάρσος ὥστε πάντας τὸν Ἀννίβαν, ὃν μάλιστα πρότερον ἐφοβήθησαν, τότε μηδʼ ἐν Ἰταλίᾳ νομίζειν παρεῖναι. 11.3.7

δὲ φαντασίαν μὲν ἔχειν ἔφη τοὺς εἰρημένους λόγους, τὴν δʼ ἀλήθειαν οὐ τοιαύτην εἶναι, τὸ δʼ ἐναντίον. —

III. Res Graeciae 11.4.1

Ὅτι μὲν οὔτε Πτολεμαῖος βασιλεὺς οὔθʼ τῶν Ῥοδίων πόλις οὔθʼ τῶν Βυζαντίων καὶ Χίων καὶ Μυτιληναίων ἐν παρέργῳ τίθενται τὰς ὑμετέρας, ἄνδρες Αἰτωλοί, διαλύσεις, ἐξ αὐτῶν τῶν πραγμάτων ὑπολαμβάνω τοῦτʼ εἶναι συμφανές. 11.4.2 οὐ γὰρ νῦν πρῶτον οὐδὲ δεύτερον ποιούμεθα πρὸς ὑμᾶς τοὺς ὑπὲρ τῆς εἰρήνης λόγους, ἀλλʼ ἐξ ὅτου τὸν πόλεμον ἐνεστήσασθε, προσεδρεύοντες καὶ πάντα καιρὸν θεραπεύοντες οὐ διαλείπομεν ὑπὲρ τούτων ποιούμενοι πρὸς ὑμᾶς μνήμην, 11.4.3 κατὰ μὲν τὸ παρὸν τῆς ὑμετέρας καὶ Μακεδόνων στοχαζόμενοι καταφθορᾶς, πρὸς δὲ τὸ μέλλον καὶ περὶ τῶν σφετέρων πατρίδων καὶ περὶ τῶν ἄλλων Ἑλλήνων προνοούμενοι. 11.4.4 καθάπερ γὰρ ἐπὶ τοῦ πυρός, ὅταν ὑφάψῃ τις ἅπαξ τὴν ὕλην, οὐκέτι τὸ λοιπὸν ἐπὶ τῇ τούτου προαιρέσει γίνεται τὸ συμβαῖνον, ἀλλʼ ποτʼ ἂν τύχῃ λαμβάνει τὴν νομήν, τὸ πλεῖον τοῖς ἀνέμοις κυβερνώμενον καὶ τῇ τῆς ὑποκειμένης ὕλης διαφθορᾷ, καὶ πολλάκις ἐπʼ αὐτὸν τὸν ἐμπρήσαντα πρῶτον ὥρμησε παραλόγως,



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 11.3.1 Polyb. 11.4.2 (English) >>Polyb. 11.4.7

Powered by PhiloLogic