Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 11.3.7 Polyb. 11.4.6 (English) >>Polyb. 11.5.2

11.4.4 καθάπερ γὰρ ἐπὶ τοῦ πυρός, ὅταν ὑφάψῃ τις ἅπαξ τὴν ὕλην, οὐκέτι τὸ λοιπὸν ἐπὶ τῇ τούτου προαιρέσει γίνεται τὸ συμβαῖνον, ἀλλʼ ποτʼ ἂν τύχῃ λαμβάνει τὴν νομήν, τὸ πλεῖον τοῖς ἀνέμοις κυβερνώμενον καὶ τῇ τῆς ὑποκειμένης ὕλης διαφθορᾷ, καὶ πολλάκις ἐπʼ αὐτὸν τὸν ἐμπρήσαντα πρῶτον ὥρμησε παραλόγως, 11.4.5 τὸν αὐτὸν τρόπον καὶ πόλεμος ὑπό τινων ὅταν ἅπαξ ἐκκαυθῇ, τοτὲ μὲν αὐτοὺς τούτους πρώτους ἀπόλλυσι, ποτὲ δὲ φέρεται φθείρων ἀδίκως πᾶν τὸ παραπεσόν, αἰεὶ καινοποιούμενος καὶ προσφυσώμενος, ὥσπερ ὑπʼ ἀνέμων, ὑπὸ τῆς τῶν πλησιαζόντων ἀγνοίας. 11.4.6 διόπερ, ἄνδρες Αἰτωλοί, νομίσαντες καὶ τοὺς νησιώτας πανδημεὶ καὶ τοὺς τὴν Ἀσίαν κατοικοῦντας Ἕλληνας παρόντας ὑμῶν δεῖσθαι τὸν μὲν πόλεμον ἆραι, τὴν δʼ εἰρήνην ἑλέσθαι, διὰ τὸ καὶ πρὸς σφᾶς ἀνήκειν τὰ γινόμενα, σωφρονήσαντες ἐντράπητε καὶ πείσθητε τοῖς παρακαλουμένοις. 11.4.7 καὶ γὰρ εἰ κατά τινα τύχην ἐπολεμεῖτε πόλεμον ἀλυσιτελῆ μέν, ἐπειδὴ παντὶ πολέμῳ τοῦτο παρέπεται κατὰ τὸ πλεῖστον, ἔνδοξον δὲ καὶ κατὰ τὴν ἐξ ἀρχῆς ὑπόθεσιν καὶ κατὰ τὴν τῶν ἀποβαινόντων ἐπιγραφήν, ἴσως ἄν τις ὑμῖν ἔσχε συγγνώμην, φιλοτίμως διακειμένοις. 11.4.8 εἰ δὲ πάντων αἴσχιστον καὶ πολλῆς ἀδοξίας πλήρη καὶ βλασφημίας, ἆρʼ οὐ μεγάλης προσδεῖται τὰ πράγματʼ ἐπιστάσεως;


Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 11.3.7 Polyb. 11.4.6 (English) >>Polyb. 11.5.2

Powered by PhiloLogic