Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 11.7.3 Polyb. 11.9.2 (English) >>Polyb. 11.9.8

11.8.5 ἐσπούδαζον γὰρ τὰς ἀκολουθίας καὶ τὰς ἐσθῆτας διαφερόντως, καί τις ἦν περὶ τοὺς πλείστους καλλωπισμός, ὑπερέχων τὴν ἐκ τοῦ βίου χορηγίαν. ὅπλων δʼ οὐδὲ τὸν ἐλάχιστον ἐποιοῦντο λόγον. 11.8.611.8.7

Οἱ γὰρ πολλοὶ τὰ μὲν ἔργα τῶν εὐτυχούντων οὐδὲ πειρῶνται μιμεῖσθαι, τὰ δὲ πάρεργα ζηλοῦντες μετὰ βλάβης ἐκθεατρίζουσι τὴν ἑαυτῶν ἀκρισίαν. —

11.9.1

Μεγάλα μὲν γὰρ ἔφη τὴν λαμπρότητα συμβάλλεσθαι πρὸς ἔκπληξιν τῶν ὑπεναντίων, πολλὰ δὲ συνεργεῖν τὴν ἐκ τῆς ἐπισκευῆς ἁρμογὴν τῶν ὅπλων εἰς τὴν χρείαν. 11.9.2 γίνεσθαι δʼ ἂν μάλιστα τὸ δέον, εἰ τὴν μὲν ἐπιμέλειαν, ἣν νῦν ποιοῦνται περὶ τὸν ἱματισμόν, ταύτην ποιήσαιντο περὶ τῶν ὅπλων, τὴν δὲ πρότερον ὀλιγωρίαν περὶ τῶν ὅπλων παρʼ αὐτοῖς ὑπάρχουσαν, ταύτην μετενέγκαιεν ἐπὶ τὰς ἐσθῆτας· 11.9.3 οὕτως γὰρ ἅμα τούς τε κατʼ ἰδίαν βίους ὠφελήσεσθαι καὶ τὰ κοινὰ πράγμαθʼ ὁμολογουμένως αὐτοὺς δυνήσεσθαι σῴζειν. 11.9.4 διόπερ ἔφη δεῖν τὸν εἰς ἐξοπλισίαν στρατείαν ἐκπορευόμενον, ὅτε μὲν τὰς κνημῖδας περιτίθεται, σκοπεῖν ὅπως ἀραρυῖαί τε καὶ στίλβουσαι τῶν ὑποδεσμῶν καὶ κρηπίδων ὑπάρχωσιν αὗται μᾶλλον, 11.9.5 ὅταν δὲ τὴν ἀσπίδα καὶ τὸν θώρακα καὶ τὸ κράνος διαλαμβάνῃ, περιβλέπειν ἵνα τῆς χλαμύδος καὶ τοῦ χιτῶνος καθαρειότερα ταῦθʼ ὑπάρχῃ καὶ πολυτελέστερα·



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 11.7.3 Polyb. 11.9.2 (English) >>Polyb. 11.9.8

Powered by PhiloLogic