Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 11.9.1 Polyb. 11.9.8 (English) >>Polyb. 11.10.6

11.9.5 ὅταν δὲ τὴν ἀσπίδα καὶ τὸν θώρακα καὶ τὸ κράνος διαλαμβάνῃ, περιβλέπειν ἵνα τῆς χλαμύδος καὶ τοῦ χιτῶνος καθαρειότερα ταῦθʼ ὑπάρχῃ καὶ πολυτελέστερα· 11.9.6 παρʼ οἷς γὰρ τὰ πρὸς ἐπιφάνειαν αἱρετώτερά ἐστι τῶν πρὸς τὴν χρείαν, παρὰ τούτοις αὐτόθεν εὐθέως προφανὲς εἶναι τὸ συμβησόμενον ἐν τοῖς κινδύνοις. 11.9.7 καθόλου δʼ ἠξίου διαλαμβάνειν ὡς μὲν ἐν τοῖς ἱματίοις καλλωπισμὸς γυναικός ἐστι, καὶ ταύτης οὐ λίαν σώφρονος, δʼ ἐν τοῖς ὅπλοις πολυτέλεια καὶ σεμνότης ἀνδρῶν ἀγαθῶν, προαιρουμένων ἑαυτοὺς καὶ τὰς πατρίδας ἐνδόξως σῴζειν. 11.9.8 πάντες δʼ οἱ παρόντες οὕτως ἀπεδέξαντο τὰ ῥηθέντα καὶ τὸν νοῦν τῆς παρακλήσεως ἐθαύμασαν, ὡς καὶ παραχρῆμα μὲν ἐκπορευόμενοι τὸ βουλευτήριον εὐθέως ἐνεδείκνυντο τοὺς κεκαλλωπισμένους καὶ διακλίνειν ἐνίους ἠνάγκαζον τῆς ἀγορᾶς, 11.9.9 ἔτι δὲ μᾶλλον ἐν ταῖς ἐξοπλισίαις καὶ στρατείαις παρετήρουν σφᾶς αὐτοὺς ἐν τοῖς προειρημένοις.

11.10.1

Οὕτως εἷς λόγος εὐκαίρως ῥηθεὶς ὑπʼ ἀνδρὸς ἀξιοπίστου πολλάκις οὐ μόνον ἀποτρέπει τῶν χειρίστων, ἀλλὰ καὶ παρορμᾷ πρὸς τὰ κάλλιστα τοὺς ἀνθρώπους. 11.10.2 ὅταν δὲ καὶ τὸν ἴδιον βίον ἀκόλουθον εἰσφέρηται τοῖς εἰρημένοις παρακαλῶν, ἀνάγκη λαμβάνειν τὴν πρώτην πίστιν τὴν παραίνεσιν. δὴ περὶ ἐκεῖνον τὸν ἄνδρα μάλιστʼ ἄν τις ἴδοι γινόμενον.



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 11.9.1 Polyb. 11.9.8 (English) >>Polyb. 11.10.6

Powered by PhiloLogic