Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 12.10.2 Polyb. 12.10.9 (English) >>Polyb. 12.11.8

12.10.6 δὲ πάντα ταῦτα παραλελοιπὼς δῆλός ἐστι συνειδὼς αὑτῷ κατὰ πρόθεσιν ἐψευσμένῳ. διότι γὰρ τῶν τοιούτων ἐπιλαβόμενος οὐδὲν ἂν παρέλειπε Τίμαιος, ἀλλʼ ἀπρίξ, τὸ δὴ λεγόμενον, ἀμφοῖν τοῖν χεροῖν ἐπέφυ, προφανὲς ἐκ τούτων. 12.10.7 γὰρ πρὸς τὴν Ἐχεκράτους πίστιν ἀπερεισάμενος ἐπʼ ὀνόματος, πρὸς ὅν φησι περὶ τῶν ἐν Ἰταλίᾳ Λοκρῶν ποιήσασθαι τοὺς λόγους καὶ παρʼ οὗ πυθέσθαι περὶ τούτων, 12.10.8 καὶ προσεξειργασμένος, ἵνα μὴ φανῇ τοῦ τυχόντος ἀκηκοὼς ὅτι συνέβαινε τὸν τούτου πατέρα πρεσβείας κατηξιῶσθαι πρότερον ὑπὸ Διονυσίου, 12.10.9 πού γʼ ἂν οὗτος δημοσίας ἀναγραφῆς ἐπιλαβόμενος παραδοσίμου στήλης

12.11.1

παρεσιώπησεν; γὰρ τὰς συγκρίσεις ποιούμενος ἀνέκαθεν τῶν ἐφόρων πρὸς τοὺς βασιλεῖς τοὺς ἐν Λακεδαίμονι καὶ τοὺς ἄρχοντας τοὺς Ἀθήνησι καὶ τὰς ἱερείας τὰς ἐν Ἄργει παραβάλλων πρὸς τοὺς ὀλυμπιονίκας, καὶ τὰς ἁμαρτίας τῶν πόλεων περὶ τὰς ἀναγραφὰς τὰς τούτων ἐξελέγχων, παρὰ τρίμηνον ἐχούσας τὸ διαφέρον, οὗτός ἐστι. 12.11.2 καὶ μὴν τὰς ὀπισθοδόμους στήλας καὶ τὰς ἐν ταῖς φλιαῖς τῶν νεῶν προξενίας ἐξευρηκὼς Τίμαιός ἐστιν. 12.11.3 ὃν οὔθʼ ὑπάρχον τι τῶν τοιούτων ἀγνοεῖν οὔθʼ εὑρόντα παραλιπεῖν πιστευτέον οὔτε ψευσαμένῳ συγγνώμην δοτέον οὐδαμῶς· 12.11.4 πικρὸς γὰρ γεγονὼς καὶ ἀπαραίτητος ἐπιτιμητὴς τῶν πέλας εἰκότως ἂν καὶ ὑπὸ τῶν πλησίον αὐτὸς ἀπαραιτήτου τυγχάνοι κατηγορίας. οὐ μὴν ἀλλὰ προφανῶς ἐν τούτοις ἐψευσμένος,



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 12.10.2 Polyb. 12.10.9 (English) >>Polyb. 12.11.8

Powered by PhiloLogic