Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 12.13.10 Polyb. 12.14.6 (English) >>Polyb. 12.15.7

12.14.3 καθάπερ γὰρ οἱ νοῦν ἔχοντες, ἐπὰν ἀμύνασθαι κρίνωσι τοὺς ἐχθρούς, οὐ τοῦτο πρῶτον σκοποῦνται τί παθεῖν ἄξιός ἐστιν πλησίον, ἀλλὰ τί ποιεῖν αὐτοῖς πρέπει, τοῦτο μᾶλλον 12.14.4 οὕτως καὶ περὶ τῶν λοιδοριῶν, οὐ τί τοῖς ἐχθροῖς ἀκούειν ἁρμόζει, τοῦτο πρῶτον ἡγητέον, ἀλλὰ τί λέγειν ἡμῖν πρέπει, τοῦτʼ ἀναγκαιότατον λογιστέον. 12.14.5 περὶ δὲ τῶν πάντα μετρούντων ταῖς ἰδίαις ὀργαῖς καὶ φιλοτιμίαις ἀνάγκη πάνθʼ ὑποπτεύειν ἐστὶ καὶ πᾶσι διαπιστεῖν πέρα τοῦ δέοντος λεγομένοις. 12.14.6 διὸ δὴ καὶ νῦν ἡμεῖς μὲν εἰκότως ἂν δόξαιμεν ἀθετεῖν τοῖς ὑπὸ Τιμαίου κατὰ Δημοχάρους εἰρημένοις· 12.14.7 ἐκεῖνος δʼ ἂν οὐκ εἰκότως τυγχάνοι συγγνώμης οὐδὲ πίστεως ὑπʼ οὐδενὸς διὰ τὸ προφανῶς ἐν ταῖς λοιδορίαις ἐκπίπτειν τοῦ καθήκοντος διὰ τὴν ἔμφυτον πικρίαν.

12.15.1

Καὶ γὰρ οὐδὲ ταῖς κατʼ Ἀγαθοκλέους ἔγωγε λοιδορίαις, εἰ καὶ πάντων γέγονεν ἀσεβέστατος, εὐδοκῶ. λέγω δʼ ἐν τούτοις, 12.15.2 ἐν οἷς ἐπὶ καταστροφῇ τῆς ὅλης ἱστορίας φησὶ γεγονέναι τὸν Ἀγαθοκλέα κατὰ τὴν πρώτην ἡλικίαν κοινὸν πόρνον, ἕτοιμον τοῖς ἀκρατεστάτοις, κολοιόν, τριόρχην, πάντων τῶν βουλομένων τοῖς ὄπισθεν ἔμπροσθεν γεγονότα. 12.15.3 πρὸς δὲ τούτοις, ὅτʼ ἀπέθανε, τὴν γυναῖκά φησι κατακλαιομένην αὐτὸν οὕτως θρηνεῖν· Τί δʼ οὐκ ἐγὼ σέ; τί δʼ οὐκ ἐμὲ σύ;



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 12.13.10 Polyb. 12.14.6 (English) >>Polyb. 12.15.7

Powered by PhiloLogic