Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 12.14.2 Polyb. 12.15.3 (English) >>Polyb. 12.15.11

12.14.7 ἐκεῖνος δʼ ἂν οὐκ εἰκότως τυγχάνοι συγγνώμης οὐδὲ πίστεως ὑπʼ οὐδενὸς διὰ τὸ προφανῶς ἐν ταῖς λοιδορίαις ἐκπίπτειν τοῦ καθήκοντος διὰ τὴν ἔμφυτον πικρίαν.

12.15.1

Καὶ γὰρ οὐδὲ ταῖς κατʼ Ἀγαθοκλέους ἔγωγε λοιδορίαις, εἰ καὶ πάντων γέγονεν ἀσεβέστατος, εὐδοκῶ. λέγω δʼ ἐν τούτοις, 12.15.2 ἐν οἷς ἐπὶ καταστροφῇ τῆς ὅλης ἱστορίας φησὶ γεγονέναι τὸν Ἀγαθοκλέα κατὰ τὴν πρώτην ἡλικίαν κοινὸν πόρνον, ἕτοιμον τοῖς ἀκρατεστάτοις, κολοιόν, τριόρχην, πάντων τῶν βουλομένων τοῖς ὄπισθεν ἔμπροσθεν γεγονότα. 12.15.3 πρὸς δὲ τούτοις, ὅτʼ ἀπέθανε, τὴν γυναῖκά φησι κατακλαιομένην αὐτὸν οὕτως θρηνεῖν· Τί δʼ οὐκ ἐγὼ σέ; τί δʼ οὐκ ἐμὲ σύ; 12.15.4 ἐν γὰρ τούτοις πάλιν οὐ μόνον ἄν τις ἐπιφθέγξαιτο τὰ καὶ περὶ Δημοχάρους, ἀλλὰ καὶ τὴν ὑπερβολὴν θαυμάσειε τῆς πικρίας. 12.15.5 ὅτι γὰρ ἐκ φύσεως ἀνάγκη μεγάλα προτερήματα γεγονέναι περὶ τὸν Ἀγαθοκλέα, τοῦτο δῆλόν ἐστιν ἐξ αὐτῶν ὧν Τίμαιος ἀποφαίνεται. 12.15.6 εἰ γὰρ εἰς τὰς Συρακούσας παρεγενήθη φεύγων τὸν τροχόν, τὸν καπνόν, τὸν πηλόν, περὶ ἔτη τὴν ἡλικίαν ὀκτωκαίδεκα γεγονώς, 12.15.7 καὶ μετά τινα χρόνον ὁρμηθεὶς ἀπὸ τοιαύτης ὑποθέσεως κύριος μὲν ἐγενήθη πάσης Σικελίας, μεγίστους δὲ κινδύνους περιέστησε Καρχηδονίοις, τέλος ἐγγηράσας τῇ δυναστείᾳ κατέστρεψε τὸν βίον βασιλεὺς προσαγορευόμενος,



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 12.14.2 Polyb. 12.15.3 (English) >>Polyb. 12.15.11

Powered by PhiloLogic