Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 12.14.5 Polyb. 12.15.6 (English) >>Polyb. 12.16.2

12.15.3 πρὸς δὲ τούτοις, ὅτʼ ἀπέθανε, τὴν γυναῖκά φησι κατακλαιομένην αὐτὸν οὕτως θρηνεῖν· Τί δʼ οὐκ ἐγὼ σέ; τί δʼ οὐκ ἐμὲ σύ; 12.15.4 ἐν γὰρ τούτοις πάλιν οὐ μόνον ἄν τις ἐπιφθέγξαιτο τὰ καὶ περὶ Δημοχάρους, ἀλλὰ καὶ τὴν ὑπερβολὴν θαυμάσειε τῆς πικρίας. 12.15.5 ὅτι γὰρ ἐκ φύσεως ἀνάγκη μεγάλα προτερήματα γεγονέναι περὶ τὸν Ἀγαθοκλέα, τοῦτο δῆλόν ἐστιν ἐξ αὐτῶν ὧν Τίμαιος ἀποφαίνεται. 12.15.6 εἰ γὰρ εἰς τὰς Συρακούσας παρεγενήθη φεύγων τὸν τροχόν, τὸν καπνόν, τὸν πηλόν, περὶ ἔτη τὴν ἡλικίαν ὀκτωκαίδεκα γεγονώς, 12.15.7 καὶ μετά τινα χρόνον ὁρμηθεὶς ἀπὸ τοιαύτης ὑποθέσεως κύριος μὲν ἐγενήθη πάσης Σικελίας, μεγίστους δὲ κινδύνους περιέστησε Καρχηδονίοις, τέλος ἐγγηράσας τῇ δυναστείᾳ κατέστρεψε τὸν βίον βασιλεὺς προσαγορευόμενος, 12.15.8 ἆρʼ οὐκ ἀνάγκη μέγα τι γεγονέναι χρῆμα καὶ θαυμάσιον τὸν Ἀγαθοκλέα καὶ πολλὰς ἐσχηκέναι ῥοπὰς καὶ δυνάμεις πρὸς τὸν πραγματικὸν τρόπον; 12.15.9 ὑπὲρ ὧν δεῖ τὸν συγγραφέα μὴ μόνον τὰ πρὸς διαβολὴν κυροῦντα καὶ κατηγορίαν ἐξηγεῖσθαι τοῖς ἐπιγινομένοις, ἀλλὰ καὶ τὰ πρὸς ἔπαινον ἥκοντα περὶ τὸν ἄνδρα· τοῦτο γὰρ ἴδιόν ἐστι τῆς ἱστορίας. 12.15.10 δʼ ἐπεσκοτημένος ὑπὸ τῆς ἰδίας πικρίας τὰ μὲν ἐλαττώματα δυσμενικῶς καὶ μετʼ αὐξήσεως ἡμῖν ἐξήγγελκε, τὰ δὲ κατορθώματα συλλήβδην παραλέλοιπεν,


Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 12.14.5 Polyb. 12.15.6 (English) >>Polyb. 12.16.2

Powered by PhiloLogic