Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 12.16.3 Polyb. 12.16.13 (English) >>Polyb. 12.17.6

12.16.9 τοῦ δὲ νεανίσκου δεινοπαθοῦντος καὶ μὴ φάσκοντος εἶναι τοῦ νομοθέτου ταύτην τὴν προαίρεσιν, προκαλέσασθαί φασι τὸν κοσμόπολιν, εἴ τι βούλεται λέγειν ὑπὲρ τῆς γνώμης κατὰ τὸν Ζαλεύκου νόμον. 12.16.10 τοῦτο δʼ ἐστὶ καθισάντων τῶν χιλίων καὶ βρόχων κρεμασθέντων λέγειν ὑπὲρ τῆς τοῦ νομοθέτου γνώμης· 12.16.11 ὁπότερος δʼ ἂν αὐτῶν φανῇ τὴν προαίρεσιν ἐπὶ τὸ χεῖρον ἐκδεχόμενος, τὸν τοιοῦτον διὰ τῆς ἀγχόνης ἀπόλλυσθαι βλεπόντων τῶν χιλίων. 12.16.12 ταῦτα προτείναντος τοῦ κοσμοπόλιδος, τὸν νεανίσκον εἰπεῖν φασιν ἄνισον εἶναι τὴν συνθήκην· τῷ μὲν γὰρ ἔτη δύʼ τρία καταλείπεσθαι τοῦ ζῆν· 12.16.13 συνέβαινε γὰρ εἶναι τὸν κοσμόπολιν οὐ πολὺ λεῖπον τῶν ἐνενήκοντʼ ἐτῶν· αὑτῷ δὲ τοῦ βίου τὸ πλεῖον ἐκ τῶν εὐλόγων ἔτι μένειν. 12.16.14 μὲν οὖν νεανίσκος οὕτως εὐτραπελευσάμενος ἐξέλυσε τὴν σπουδήν, οἱ δʼ ἄρχοντες ἔκριναν τὴν ἀγωγὴν κατὰ τὴν τοῦ κοσμοπόλιδος γνώμην.

V. De Callisthenis Imperitia In Narrandis Rebus Militaribus 12.17.1

Ἵνα δὲ μὴ δόξωμεν τῶν τηλικούτων ἀνδρῶν καταξιοπιστεῖσθαι, μνησθησόμεθα μιᾶς παρατάξεως, ἣν ἅμα μὲν οἵαν ἐπιφανεστάτην εἶναι συμβέβηκεν, ἅμα δὲ τοῖς καιροῖς οὐ μακρὰν ἀπηρτῆσθαι, τὸ δὲ μέγιστον, παρατετευχέναι τὸν Καλλισθένη. 12.17.2 λέγω δὲ περὶ τῆς ἐν Κιλικίᾳ γενομένης Ἀλεξάνδρῳ πρὸς Δαρεῖον, ἐν φησὶ μὲν Ἀλέξανδρον ἤδη διαπεπορεῦσθαι τὰ στενὰ καὶ τὰς λεγομένας ἐν τῇ Κιλικίᾳ Πύλας, Δαρεῖον δὲ χρησάμενον τῇ διὰ τῶν Ἀμανίδων λεγομένων Πυλῶν πορείᾳ κατᾶραι μετὰ τῆς δυνάμεως εἰς Κιλικίαν·



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 12.16.3 Polyb. 12.16.13 (English) >>Polyb. 12.17.6

Powered by PhiloLogic