Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 12.15.8 Polyb. 12.16.4 (English) >>Polyb. 12.16.13

12.16.1

Νεανίσκων δυεῖν περί τινος οἰκέτου διαφερομένων συνέβαινε παρὰ μὲν τὸν ἕτερον καὶ πλείω χρόνον γεγονέναι τὸν παῖδα, 12.16.2 τὸν δʼ ἕτερον ἡμέραις δυσὶ πρότερον εἰς τὸν ἀγρὸν ἐλθόντα μὴ παρόντος τοῦ δεσπότου μετὰ βίας εἰς οἶκον ἀπηχέναι τὸν δοῦλον, 12.16.3 κἄπειτα τὸν ἕτερον αἰσθόμενον ἐλθεῖν ἐπὶ τὴν οἰκίαν, καὶ λαβόντʼ ἀπάγειν ἐπὶ τὴν ἀρχήν, καὶ φάναι δεῖν κύριον αὐτὸν εἶναι διδόντα τοὺς ἐγγυητάς· 12.16.4 κελεύειν γὰρ τὸν Ζαλεύκου νόμον τοῦτον δεῖν κρατεῖν τῶν ἀμφισβητουμένων ἕως τῆς κρίσεως παρʼ οὗ τὴν ἀγωγὴν συμβαίνει γίνεσθαι. 12.16.5 τοῦ δʼ ἑτέρου κατὰ τὸν αὐτὸν νόμον παρʼ αὑτοῦ φάσκοντος γεγονέναι τὴν ἀγωγήνἐκ γὰρ τῆς οἰκίας τῆς ἐκείνου τὸ σῶμα πρὸς τὴν ἀρχὴν ἥκειν ἀπαγόμενον12.16.6 τοὺς προκαθημένους ἄρχοντας διαποροῦντας ὑπὲρ τοῦ πράγματος ἐπισπάσασθαι καὶ συμμεταδοῦναι τῷ κοσμοπόλιδι. 12.16.7 τὸν δὲ διαστείλασθαι τὸν νόμον, φήσαντα παρὰ τούτων τὴν ἀγωγὴν αἰεὶ γίνεσθαι, παρʼ οἷς ἂν ἔσχατον ἀδήριτον χρόνον τινὰ γεγονὸς τὸ διαμφισβητούμενον· 12.16.8 ἐὰν δέ τις ἀφελόμενος βίᾳ παρά τινος ἀπαγάγῃ πρὸς αὑτόν, κἄπειτα παρὰ τούτου τὴν ἀγωγὴν προϋπάρχων ποιῆται δεσπότης, οὐκ εἶναι ταύτην κυρίαν. 12.16.9 τοῦ δὲ νεανίσκου δεινοπαθοῦντος καὶ μὴ φάσκοντος εἶναι τοῦ νομοθέτου ταύτην τὴν προαίρεσιν, προκαλέσασθαί φασι τὸν κοσμόπολιν, εἴ τι βούλεται λέγειν ὑπὲρ τῆς γνώμης κατὰ τὸν Ζαλεύκου νόμον.



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 12.15.8 Polyb. 12.16.4 (English) >>Polyb. 12.16.13

Powered by PhiloLogic