Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 12.16.12 Polyb. 12.17.6 (English) >>Polyb. 12.18.5

12.17.3 πυθόμενον δὲ παρὰ τῶν ἐγχωρίων προάγειν τὸν Ἀλέξανδρον ὡς ἐπὶ Συρίαν, ἀκολουθεῖν, καὶ συνεγγίσαντα τοῖς στενοῖς στρατοπεδεῦσαι παρὰ τὸν Πίναρον ποταμόν. 12.17.4 εἶναι δὲ τοῦ μὲν τόπου τὸ διάστημʼ οὐ πλείω τῶν τεττάρων καὶ δέκα σταδίων ἀπὸ θαλάττης ἕως πρὸς τὴν παρώρειαν· 12.17.5 διὰ δὲ τούτου φέρεσθαι τὸν προειρημένον ποταμὸν ἐπικάρσιον, ἀπὸ μὲν τῶν ὀρῶν εὐθέως ἐκρήγματα τῶν πλευρῶν, διὰ δὲ τῶν ἐπιπέδων ἕως εἰς θάλατταν ἀποτόμους ἔχοντα καὶ δυσβάτους λόφους. 12.17.6 ταῦτα δʼ ὑποθέμενος, ἐπεὶ συνεγγίζοιεν οἱ περὶ τὸν Ἀλέξανδρον ἐξ ὑποστροφῆς ἐπʼ αὐτοὺς ἀναχωροῦντες, κρῖναί φησι Δαρεῖον καὶ τοὺς ἡγεμόνας τὴν μὲν φάλαγγα τάξαι πᾶσαν ἐν αὐτῇ τῇ στρατοπεδείᾳ, καθάπερ ἐξ ἀρχῆς εἶχε, χρήσασθαι δὲ τῷ ποταμῷ προβλήματι διὰ τὸ παρʼ αὐτὴν ῥεῖν τὴν στρατοπεδείαν. 12.17.7 μετὰ δὲ ταῦτά φησι τοὺς μὲν ἱππεῖς τάξαι παρὰ θάλατταν, τοὺς δὲ μισθοφόρους ἑξῆς τούτοις παρʼ αὐτὸν τὸν ποταμόν, ἐχομένους τούτων τοὺς πελταστὰς συνάπτοντας τοῖς ὄρεσι.

12.18.1

πῶς δὲ προέταξε τούτους πρὸ τῆς φάλαγγος, τοῦ ποταμοῦ ῥέοντος παρʼ αὐτὴν τὴν στρατοπεδείαν, δυσχερὲς κατανοῆσαι, καὶ ταῦτα τῷ πλήθει τοσούτων ὑπαρχόντων. 12.18.2 τρισμύριοι μὲν γὰρ ἱππεῖς ὑπῆρχον, ὡς αὐτὸς Καλλισθένης φησί, τρισμύριοι δὲ μισθοφόροι· πόσου δʼ εἶχον οὗτοι τόπου χρείαν, εὐχερὲς καταμαθεῖν.



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 12.16.12 Polyb. 12.17.6 (English) >>Polyb. 12.18.5

Powered by PhiloLogic