Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 12.18.5 Polyb. 12.18.12 (English) >>Polyb. 12.19.8

12.18.10 πῶς δὲ λέγεται τοῦτο, διαπορεῖν ἔστι· τῶν γὰρ μισθοφόρων ἀνάγκη καὶ τῶν ἱππέων τὴν συναφὴν κατὰ μέσον ὑπάρχειν τὸν τόπον, ὥστʼ ἐν αὐτοῖς ὢν τοῖς μισθοφόροις Δαρεῖος ποῦ καὶ πρὸς τί καὶ πῶς ἐκάλει τοὺς μισθοφόρους; 12.18.11 τὸ δὲ τελευταῖόν φησι τοὺς ἀπὸ τοῦ δεξιοῦ κέρατος ἱππεῖς ἐπαγαγόντας ἐμβαλεῖν τοῖς περὶ τὸν Ἀλέξανδρον, τοὺς δὲ γενναίως δεξαμένους ἀντεπάγειν καὶ ποιεῖν μάχην ἰσχυράν. 12.18.12 ὅτι δὲ ποταμὸς ἦν ἐν μέσῳ, καὶ ποταμὸς οἷον ἀρτίως εἶπεν, ἐπελάθετο.

12.19.1

Τούτοις δʼ ἐστὶ παραπλήσια τὰ κατὰ τὸν Ἀλέξανδρον. φησὶ γὰρ αὐτὸν ποιήσασθαι τὴν εἰς τὴν Ἀσίαν διάβασιν, πεζῶν μὲν ἔχοντα τέτταρας μυριάδας, ἱππεῖς δὲ τετρακισχιλίους καὶ πεντακοσίους, 12.19.2 μέλλοντι δʼ εἰς Κιλικίαν ἐμβάλλειν ἄλλους ἐλθεῖν ἐκ Μακεδονίας πεζοὺς μὲν πεντακισχιλίους, ἱππεῖς δʼ ὀκτακοσίους. 12.19.3 ἀφʼ ὧν εἴ τις ἀφέλοι τρισχιλίους μὲν πεζούς, τριακοσίους δʼ ἱππεῖς, ἐπὶ τὸ πλεῖον ποιῶν τὴν ἀπουσίαν πρὸς τὰς γεγενημένας χρείας, ὅμως πεζοὶ μὲν ἀπολειφθήσονται τετρακισμύριοι δισχίλιοι, πεντακισχίλιοι δʼ ἱππεῖς. 12.19.4 τούτων οὖν ὑποκειμένων, φησὶ τὸν Ἀλέξανδρον πυθέσθαι τὴν Δαρείου παρουσίαν εἰς Κιλικίαν ἑκατὸν ἀπέχοντα σταδίους ἀπʼ αὐτοῦ, διαπεπορευμένον ἤδη τὰ στενά· 12.19.5 διόπερ ἐξ ὑποστροφῆς πάλιν ποιεῖσθαι τὴν πορείαν διὰ τῶν στενῶν, ἄγοντα πρῶτον μὲν τὴν φάλαγγα, μετὰ δὲ ταῦτα τοὺς ἱππεῖς, ἐπὶ πᾶσι τὸ σκευοφόρον. ἅμα δὲ τῷ πρῶτον εἰς τὰς εὐρυχωρίας ἐκπεσεῖν,



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 12.18.5 Polyb. 12.18.12 (English) >>Polyb. 12.19.8

Powered by PhiloLogic