Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 12.1.1 Polyb. 12.2.7 (English) >>Polyb. 12.3.6

12.2.4 αὐξανόμενος δὲ τῷ μὲν χρώματι γίνεται φοινικοῦς, τῷ δὲ μεγέθει ταῖς γογγύλαις ἐλαίαις παραπλήσιος, πυρῆνα δὲ ἔχει τελέως μικρόν. 12.2.5 ἐπὰν δὲ πεπανθῇ, συνάγουσι, καὶ τὸν μὲν τοῖς οἰκέταις μετὰ χόνδρου κόψαντες σάττουσιν εἰς ἀγγεῖα, τὸν δὲ τοῖς ἐλευθέροις ἐξελόντες τὸν πυρῆνα συντιθέασιν ὡσαύτως, καὶ σιτεύονται τοῦτον. 12.2.6 ἔστι δὲ τὸ βρῶμα παραπλήσιον σύκῳ καὶ φοινικοβαλάνῳ, τῇ δὲ εὐωδίᾳ βέλτιον. 12.2.7 γίνεται δὲ καὶ οἶνος ἐξ αὐτοῦ βρεχομένου καὶ τριβομένου διʼ ὕδατος, κατὰ μὲν τὴν γεῦσιν ἡδὺς καὶ ἀπολαυστικός, οἰνομέλιτι χρηστῷ παραπλήσιος, χρῶνται χωρὶς ὕδατος. 12.2.8 οὐ δύναται δὲ πλέον δέκα μένειν ἡμερῶν· διὸ καὶ ποιοῦσι κατὰ βραχὺ πρὸς τὴν χρείαν. ποιοῦσι δὲ καὶ ὄξος ἐξ αὐτῶν.

II. Timaei De Africa Et Corsica Errores 12.3.1

Τὴν μὲν τῆς χώρας ἀρετὴν πᾶς ἄν τις θαυμάσειε, 12.3.2 τὸν δὲ Τίμαιον εἴποι τις ἂν οὐ μόνον ἀνιστόρητον γεγονέναι περὶ τῶν κατὰ τὴν Λιβύην, ἀλλὰ καὶ παιδαριώδη καὶ τελέως ἀσυλλόγιστον καὶ ταῖς ἀρχαίαις φήμαις ἀκμὴν ἐνδεδεμένον, ἃς παρειλήφαμεν, ὡς ἀμμώδους πάσης καὶ ξηρᾶς καὶ ἀκάρπου καθυπαρχούσης τῆς Λιβύης. 12.3.3 δʼ αὐτὸς λόγος καὶ περὶ τῶν ζῴων. τό τε γὰρ τῶν ἵππων καὶ τῶν βοῶν καὶ προβάτων, ἅμα δὲ τούτοις αἰγῶν πλῆθος τοσοῦτόν ἐστι κατὰ τὴν χώραν ὅσον οὐκ οἶδʼ εἰ δύναιτʼ ἂν εὑρεθῆναι κατὰ τὴν λοιπὴν οἰκουμένην,



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 12.1.1 Polyb. 12.2.7 (English) >>Polyb. 12.3.6

Powered by PhiloLogic