Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 12.20.4 Polyb. 12.21.4 (English) >>Polyb. 12.22.3

12.20.8 δὲ χωρὶς τῶν ἄλλων οὐδὲ τοὺς ἱππεῖς προέθετο, μετωπηδὸν ἄγων τὴν δύναμιν ἐν τόποις ἐπιπέδοις, ἀλλʼ ἐξ ἴσου ποιεῖ τοῖς πεζοῖς.

12.21.1

Τὸ δὲ δὴ πάντων μέγιστον· ἤδη γὰρ σύνεγγυς ὄντα τοῖς πολεμίοις αὐτὸν εἰς ὀκτὼ ποιῆσαί φησι τὸ βάθος. 12.21.2 ἐξ οὗ δῆλον ὅτι κατʼ ἀνάγκην ἐπὶ τετταράκοντα σταδίους ἔδει γενέσθαι τὸ μῆκος τῆς φάλαγγος. 12.21.3 εἰ δʼ ὅλως συνήσπισαν κατὰ τὸν ποιητὴν οὕτως ὥστε συνερεῖσαι πρὸς ἀλλήλους, ὅμως εἴκοσι σταδίων ἔδει τὸν τόπον ὑπάρχειν. 12.21.4 αὐτὸς δέ φησι λείπειν τῶν δεκατεττάρων σταδίων 12.21.5 καὶ τούτου μέρος μέν τι πρὸς θαλάττῃ τοὺς ἡμίσεας ἐπὶ τοῦ δεξιοῦ· ἔτι δὲ τὴν ὅλην τάξιν ἀπὸ τῶν ὀρῶν ἱκανὸν τόπον ἀφεστάναι πρὸς τὸ μὴ τοῖς πολεμίοις ὑποπεπτωκέναι τοῖς κατέχουσι τὰς παρωρείας. 12.21.6 ἴσμεν γὰρ ποιεῖ πρὸς τούτους ἐπικάμπιον.

Ὑπολειπόμεθα καὶ νῦν ἡμεῖς τοὺς μυρίους πεζούς, πλείους ὄντας τῆς ἐκείνου προθέσεως. 12.21.7 ὥστʼ ἐκ τούτων ἕνδεκα σταδίους ἐπὶ τὸ πλεῖον ἀπολείπεσθαι τὸ τῆς φάλαγγος μῆκος κατʼ αὐτὸν τὸν Καλλισθένην, ἐν οἷς ἀνάγκη τοὺς τρισμυρίους καὶ δισχιλίους ἐπὶ τριάκοντα τὸ βάθος ὑπάρχειν συνησπικότας. 12.21.8 δέ φησιν εἰς ὀκτὼ τεταγμένων γενέσθαι τὴν μάχην. 12.21.9 τὰ δὲ τοιαῦτα τῶν ἁμαρτημάτων οὐδʼ ἀπολογίαν ἐπιδέχεται· τὸ γὰρ ἀδύνατον ἐν πράγμασιν αὐτόθεν ἔχει τὴν πίστιν.



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 12.20.4 Polyb. 12.21.4 (English) >>Polyb. 12.22.3

Powered by PhiloLogic