Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 12.25.3 Polyb. 12.25a.1 (English) >>Polyb. 12.25b.1

12.25.7 ἐν γὰρ τῇ μιᾷ καὶ εἰκοστῇ βύβλῳ, καὶ ταύτης ἐπὶ τελευτῇ, λέγει κατὰ τὴν τοῦ Τιμολέοντος παράκλησιν ταῦτα, διότι τῆς γῆς τῆς ὑπὸ τῷ κόσμῳ κειμένης εἰς τρία μέρη διῃρημένης, καὶ τῆς μὲν Ἀσίας, τῆς δὲ Λιβύης, τῆς δʼ Εὐρώπης προσαγορευομένης. 12.25.8 ταῦτα γὰρ οὐχ οἷον Τίμαιον εἰρηκέναι τίς ἂν πιστεύσειεν, ἀλλʼ οὐδὲ τὸν λεγόμενον Μαργίτην ἐκεῖνον. 12.25.9 τίς γὰρ οὕτως ἐστὶν ἀδαής, οὐ λέγω τῶν πρὸς ὑπομνήμασι γεγονότων

12.25a.1

Ὅτι περὶ Τιμαίου φησὶν Πολύβιος Μεγαλοπολίτης· Καθάπερ γὰρ ἐκ τῶν παροιμιῶν ἱκανὸν εἶναί φασι σταλαγμὸν ἕνα τοῦ μεγίστου τεύχους εἰς τὸ γνῶναι τὸ πᾶν ἔγχυμα, τὸν αὐτὸν τρόπον καὶ περὶ τῶν ὑποκειμένων χρὴ διαλαμβάνειν· 12.25a.2 ἐπειδὰν γὰρ ἓν δεύτερον εὑρεθῇ ψεῦδος ἐν τοῖς συγγράμμασι, καὶ τοῦτο γεγονὸς κατὰ προαίρεσιν, δῆλον ὡς οὐδὲν ἂν ἔτι βέβαιον οὐδʼ ἀσφαλὲς γένοιτο τῶν ὑπὸ τοῦ τοιούτου συγγραφέως λεγομένων. 12.25a.3 ἵνα δὲ καὶ τοὺς φιλοτιμότερον διακειμένους μεταπείσωμεν, ῥητέον ἂν εἴη περὶ τῆς αἱρέσεως αὐτοῦ καὶ μελέτης τῆς κατὰ τὰς δημηγορίας καὶ τὰς παρακλήσεις, ἔτι δὲ τοὺς πρεσβευτικοὺς λόγους, καὶ συλλήβδην πᾶν τὸ τοιοῦτο γένος, σχεδὸν ὡς εἰ κεφάλαια τῶν πράξεών ἐστι καὶ συνέχει τὴν ὅλην ἱστορίαν·



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 12.25.3 Polyb. 12.25a.1 (English) >>Polyb. 12.25b.1

Powered by PhiloLogic