Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 12.25.7 Polyb. 12.25a.5 (English) >>Polyb. 12.25c.2

12.25a.3 ἵνα δὲ καὶ τοὺς φιλοτιμότερον διακειμένους μεταπείσωμεν, ῥητέον ἂν εἴη περὶ τῆς αἱρέσεως αὐτοῦ καὶ μελέτης τῆς κατὰ τὰς δημηγορίας καὶ τὰς παρακλήσεις, ἔτι δὲ τοὺς πρεσβευτικοὺς λόγους, καὶ συλλήβδην πᾶν τὸ τοιοῦτο γένος, σχεδὸν ὡς εἰ κεφάλαια τῶν πράξεών ἐστι καὶ συνέχει τὴν ὅλην ἱστορίαν· 12.25a.4 διότι γὰρ ταῦτα παρʼ ἀλήθειαν ἐν τοῖς ὑπομνήμασι κατατέταχε Τίμαιος, καὶ τοῦτο πεποίηκε κατὰ πρόθεσιν, τίς οὐ παρακολουθεῖ τῶν ἀνεγνωκότων; 12.25a.5 οὐ γὰρ τὰ ῥηθέντα γέγραφεν, οὐδʼ ὡς ἐρρήθη κατʼ ἀλήθειαν, ἀλλὰ προθέμενος ὡς δεῖ ῥηθῆναι, πάντας ἐξαριθμεῖται τοὺς ῥηθέντας λόγους καὶ τὰ παρεπόμενα τοῖς πράγμασιν οὕτως ὡς ἂν εἴ τις ἐν διατριβῇ πρὸς ὑπόθεσιν ἐπιχειροίη ὥσπερ ἀπόδειξιν τῆς ἑαυτοῦ δυνάμεως ποιούμενος, ἀλλʼ οὐκ ἐξήγησιν τῶν κατʼ ἀλήθειαν εἰρημένων. —

12.25b.1

Ὅτι τῆς ἱστορίας ἰδίωμα τοῦτʼ ἐστὶ τὸ πρῶτον μὲν αὐτοὺς τοὺς κατʼ ἀλήθειαν εἰρημένους, οἷοί ποτʼ ἂν ὦσι, γνῶναι λόγους, δεύτερον τὴν αἰτίαν πυνθάνεσθαι, παρʼ ἣν διέπεσεν κατωρθώθη τὸ πραχθὲν ῥηθέν· 12.25b.2 ἐπεὶ ψιλῶς λεγόμενον αὐτὸ τὸ γεγονὸς ψυχαγωγεῖ μέν, ὠφελεῖ δʼ οὐδέν· προστεθείσης δὲ τῆς αἰτίας ἔγκαρπος τῆς ἱστορίας γίνεται χρῆσις. 12.25b.3 ἐκ γὰρ τῶν ὁμοίων ἐπὶ τοὺς οἰκείους μεταφερομένων καιροὺς ἀφορμαὶ γίνονται καὶ προλήψεις εἰς τὸ προϊδέσθαι τὸ μέλλον, καὶ ποτὲ μὲν εὐλαβηθῆναι, ποτὲ δὲ μιμούμενον τὰ προγεγονότα θαρραλεώτερον ἐγχειρεῖν τοῖς ἐπιφερομένοις·



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 12.25.7 Polyb. 12.25a.5 (English) >>Polyb. 12.25c.2

Powered by PhiloLogic