Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 12.25b.4 Polyb. 12.25c.5 (English) >>Polyb. 12.25d.6

12.25c.3 παραπλήσιον γὰρ δή τι τοιοῦτο συμβέβηκε καὶ Στράτωνι τῷ φυσικῷ· καὶ γὰρ ἐκεῖνος ὅταν ἐγχειρήσῃ τὰς τῶν ἄλλων δόξας διαστέλλεσθαι καὶ ψευδοποιεῖν, θαυμάσιός ἐστιν· ὅταν δʼ ἐξ αὑτοῦ τι προφέρηται καί τι τῶν ἰδίων ἐπινοημάτων ἐξηγῆται, παρὰ πολὺ φαίνεται τοῖς ἐπιστήμοσιν εὐηθέστερος αὑτοῦ καὶ νωθρότερος. 12.25c.4 καί μοι δοκεῖ παντάπασιν ὅμοιόν τι γίνεσθαι περὶ τοὺς γράφοντας τῷ περὶ τὸν ὅλον ἡμῶν βίον συμβαίνοντι· 12.25c.5 καὶ γὰρ ἐν τούτῳ τὸ μὲν ἐπιτιμῆσαι τοῖς πέλας ἐστὶ ῥᾴδιον, τὸ δʼ αὑτὸν ἀναμάρτητον παρέχεσθαι χαλεπόν, καὶ σχεδὸν ὡς ἔπος εἰπεῖν ἴδοι τις ἂν τοὺς προχειρότατα τοῖς πέλας ἐπιτιμῶντας πλεῖστα περὶ τὸν ἴδιον βίον ἁμαρτάνοντας.

12.25d.1

Τῷ δὲ Τιμαίῳ καὶ ἕτερόν τι χωρὶς τῶν προγεγραμμένων συμβέβηκεν· ἀποκαθίσας γὰρ Ἀθήνησι σχεδὸν ἔτη πεντήκοντα καὶ πρὸς τοῖς τῶν προγεγονότων ὑπομνήμασι γενόμενος ὑπέλαβε τὰς μεγίστας ἀφορμὰς ἔχειν πρὸς τὴν ἱστορίαν, ἀγνοῶν, ὥς γʼ ἐμοὶ δοκεῖ. 12.25d.2 ἐχούσης γάρ τι παραπλήσιον τῆς ἱστορίας καὶ τῆς ἰατρικῆς διὰ τὸ κατὰ τὰς ὁλοσχερεῖς διαφορὰς ἑκατέραν αὐτῶν ὑπάρχειν τριμερῆ, παραπλησίους εἶναι συμβαίνει καὶ τὰς τῶν ἐπιβαλλομένων ἐπʼ αὐτὰς διαθέσεις· 12.25d.3 οἷον εὐθέως τῆς ἰατρικῆς, ἑνὸς μὲν μέρους αὐτῆς ὑπάρχοντος λογικοῦ, τοῦ δʼ ἑξῆς διαιτητικοῦ, τοῦ δὲ τρίτου χειρουργικοῦ καὶ φαρμακευτικοῦ, γένους ὁλοσχερῶς. ε μαι τῶι καταψεύδεσθαι τοῦ ἐπιτηδεύματος



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 12.25b.4 Polyb. 12.25c.5 (English) >>Polyb. 12.25d.6

Powered by PhiloLogic