Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 12.25c.3 Polyb. 12.25d.3 (English) >>Polyb. 12.25e.1

12.25d.1

Τῷ δὲ Τιμαίῳ καὶ ἕτερόν τι χωρὶς τῶν προγεγραμμένων συμβέβηκεν· ἀποκαθίσας γὰρ Ἀθήνησι σχεδὸν ἔτη πεντήκοντα καὶ πρὸς τοῖς τῶν προγεγονότων ὑπομνήμασι γενόμενος ὑπέλαβε τὰς μεγίστας ἀφορμὰς ἔχειν πρὸς τὴν ἱστορίαν, ἀγνοῶν, ὥς γʼ ἐμοὶ δοκεῖ. 12.25d.2 ἐχούσης γάρ τι παραπλήσιον τῆς ἱστορίας καὶ τῆς ἰατρικῆς διὰ τὸ κατὰ τὰς ὁλοσχερεῖς διαφορὰς ἑκατέραν αὐτῶν ὑπάρχειν τριμερῆ, παραπλησίους εἶναι συμβαίνει καὶ τὰς τῶν ἐπιβαλλομένων ἐπʼ αὐτὰς διαθέσεις· 12.25d.3 οἷον εὐθέως τῆς ἰατρικῆς, ἑνὸς μὲν μέρους αὐτῆς ὑπάρχοντος λογικοῦ, τοῦ δʼ ἑξῆς διαιτητικοῦ, τοῦ δὲ τρίτου χειρουργικοῦ καὶ φαρμακευτικοῦ, γένους ὁλοσχερῶς. ε μαι τῶι καταψεύδεσθαι τοῦ ἐπιτηδεύματος 12.25d.4 τὸ δὲ λογικόν, δὴ πλεῖστον ἀπὸ τῆς Ἀλεξανδρείας ἄρχεται παρὰ τῶν Ἡροφιλείων καὶ Καλλιμαχείων ἐκεῖ προσαγορευομένων, τοῦτο μέρος μέν τι κατέχει τῆς ἰατρικῆς, κατὰ δὲ τὴν ἐπίφασιν καὶ τὴν ἐπαγγελίαν τοιαύτην ἐφέλκεται φαντασίαν ὥστε δοκεῖν μηδένα τῶν ἄλλων κρατεῖν τοῦ πράγματος· 12.25d.5 οὓς ὅταν ἐπὶ τὴν ἀλήθειαν ἀπαγαγὼν ἄρρωστον ἐγχειρίσῃς, τοσοῦτον ἀπέχοντες εὑρίσκονται τῆς χρείας ὅσον καὶ οἱ μηδὲν ἀνεγνωκότες ἁπλῶς ἰατρικὸν ὑπόμνημα· οἷς ἤδη τινὲς τῶν ἀρρώστων ἐπιτρέψαντες αὑτοὺς διὰ τὴν ἐν λόγῳ δύναμιν οὐδὲν ἔχοντες δεινὸν τοῖς ὅλοις πολλάκις ἐκινδύνευσαν.



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 12.25c.3 Polyb. 12.25d.3 (English) >>Polyb. 12.25e.1

Powered by PhiloLogic