Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 12.25e.2 Polyb. 12.25e.6 (English) >>Polyb. 12.25f.4

12.25e.4 ἔνιοι δὲ τῶν δοκούντων εὐλόγως προσάγειν πρὸς τὴν ἱστορίαν, καθάπερ οἱ λογικοὶ τῶν ἰατρῶν ἐνδιατρίψαντες ταῖς βυβλιοθήκαις καὶ καθόλου τὴν ἐκ τῶν ὑπομνημάτων περιποιησάμενοι πολυπειρίαν πείθουσιν αὑτοὺς ὡς ὄντες ἱκανοὶ πρὸς τὴν ἐπιβολήν, καὶ τοῖς ἐκτὸς ἀρκούντως δοκοῦσι προσφέρεσθαι, μέρος, ὡς ἐμοὶ δοκεῖ, πρὸς τὴν πραγματικὴν ἱστορίαν· 12.25e.5 τὸ γὰρ ἐποπτεῦσαι τὰ πρότερον ὑπομνήματα πρὸς μὲν τὸ γνῶναι τὰς τῶν ἀρχαίων διαλήψεις καὶ τὰς ἐννοίας ἃς πρὶν εἶχον ὑπὲρ διαθέσεων, τόπων, ἐθνῶν, πολιτειῶν, πράξεων, ἔτι δὲ πρὸς τὸ συνεῖναι τὰς ἑκάστων περιστάσεις καὶ τύχας, αἷς κέχρηνται κατὰ τοὺς ἀνωτέρω χρόνους, εὔχρηστόν ἐστι· 12.25e.6 συνεφίστησι γὰρ τὰ προγεγονότα πρὸς τὸ μέλλον ἡμᾶς οἰκείως, ἐάν τις ὑπὲρ ἑκάστων ἀληθινῶς ἱστορῇ τὰ παρεληλυθότα· 12.25e.7 τό γε μὴν ἀπʼ αὐτῆς ταύτης τῆς δυνάμεως ὁρμηθέντα πεπεῖσθαι γράφειν τὰς ἐπιγινομένας πράξεις καλῶς, πέπεισται Τίμαιος, τελέως εὔηθες καὶ παραπλήσιον ὡς ἂν εἴ τις τὰ τῶν ἀρχαίων ζωγράφων ἔργα θεασάμενος ἱκανὸς οἴοιτο ζωγράφος εἶναι καὶ προστάτης τῆς τέχνης.

12.25f.1

Δῆλον δʼ ἔσται τὸ λεγόμενον ἔτι μᾶλλον ἐκ τῶν ἐπιφερομένων, οἷον εὐθέως ἐκ τῶν συμβεβηκότων Ἐφόρῳ κατὰ τόπους τινὰς τῆς ἱστορίας. ἐκεῖνος γὰρ ἐν τοῖς πολεμικοῖς τῶν μὲν κατὰ θάλατταν ἔργων ἐπὶ ποσὸν ὑπόνοιαν ἐσχηκέναι μοι δοκεῖ, τῶν δὲ κατὰ γῆν ἀγώνων ἄπειρος εἶναι τελέως.



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 12.25e.2 Polyb. 12.25e.6 (English) >>Polyb. 12.25f.4

Powered by PhiloLogic