Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 12.25k.4 Polyb. 12.25k.11 (English) >>Polyb. 12.26.5

12.25k.8 ἐξ ὧν Τίμαιος οὐ μόνον τῆς πραγματικῆς ἂν δόξειεν ἀπολείπεσθαι δυνάμεως, ἀλλὰ καὶ τῶν ἐν ταῖς διατριβαῖς ἐπιχειρήσεων οὐκ ὀλίγον ἐλαττοῦσθαι. 12.25k.9 πάντες γὰρ δήπουθεν οἴονται δεῖν τὰς ἀποδείξεις φέρειν τῶν ἀγνοουμένων καὶ τῶν ἀπιστουμένων παρὰ τοῖς ἀκροαταῖς, περὶ δὲ τῶν ἤδη γινωσκομένων ματαιότατον εἶναι πάντων καὶ παιδαριωδέστατον τὸ καθευρεσιλογεῖν μενον τὸ γινωσκόμενον. 12.25k.10 δὲ χωρὶς τῆς ὅλης παραπτώσεως τοῦ διατεθεῖσθαι τὸ πλεῖστον μέρος τοῦ λόγου πρὸς τὰ καθάπαξ μὴ προσδεόμενα λόγου καὶ λήμμασι κέχρηται τοιούτοις, 12.25k.11 οἷς τὸν μὲν Ἑρμοκράτην τίς ἂν κεχρῆσθαι πιστεύσειε, τὸν συναγωνισάμενον μὲν Λακεδαιμονίοις τὴν ἐν Αἰγὸς ποταμοῖς ναυμαχίαν, αὐτανδρὶ δὲ χειρωσάμενον τὰς Ἀθηναίων δυνάμεις καὶ τοὺς στρατηγοὺς κατὰ Σικελίαν, ἀλλʼ οὐδὲ μειράκιον τὸ τυχόν;

12.26.1

ὅς γε πρῶτον μὲν οἴεται δεῖν ἀναμνησθῆναι τοὺς συνέδρους διότι τοὺς κοιμωμένους τὸν ὄρθρον ἐν μὲν τῷ πολέμῳ διεγείρουσιν αἱ σάλπιγγες, κατὰ δὲ τὴν εἰρήνην οἱ ὄρνιθες. 12.26.2 μετὰ δὲ ταῦτα τὸν Ἡρακλέα φησὶ τὸν μὲν Ὀλυμπίων ἀγῶνα θεῖναι καὶ τὴν ἐκεχειρίαν δεῖγμα ποιούμενον τῆς αὑτοῦ προαιρέσεως, ὅσοις δʼ ἐπολέμησε, τούτους πάντας βεβλαφέναι κατὰ τὴν ἀνάγκην καὶ κατʼ ἐπιταγήν, ἑκουσίως δὲ παραίτιον οὐδενὶ γεγονέναι κακοῦ τῶν ἀνθρώπων.



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 12.25k.4 Polyb. 12.25k.11 (English) >>Polyb. 12.26.5

Powered by PhiloLogic