Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 12.25i.7 Polyb. 12.25k.3 (English) >>Polyb. 12.25k.9

12.25k.1

Ἵνα δὲ καὶ περὶ ταῦτα βεβαιωσώμεθα τὴν ἀπόφασιν τὴν ὑπὲρ Τιμαίου, καθάπερ καὶ τὴν ὑπὲρ τῆς ἀγνοίας, ἔτι δὲ τῆς ἑκουσίου ψευδογραφίας, βραχέα προοισόμεθα τῶν ὁμολογουμένων αὐτοῦ λόγων ἐπʼ ὀνόματος. 12.25k.2ὅτι τῶν δεδυναστευκότων ἐν Σικελίᾳ μετὰ Γέλωνα τὸν ἀρχαῖον πραγματικωτάτους ἄνδρας παρειλήφαμεν Ἑρμοκράτην, Τιμολέοντα, Πύρρον τὸν Ἠπειρώτην, οἷς ἥκιστʼ ἂν δέοι περιάπτειν μειρακιώδεις καὶ διατριβικοὺς λόγους. 12.25k.3 δέ φησιν ἐν τῇ μιᾷ καὶ εἰκοστῇ βύβλῳ, καθʼ ὃν καιρὸν Εὐρυμέδων παραγενόμενος εἰς Σικελίαν παρεκάλει τὰς πόλεις εἰς τὸν κατὰ τῶν Συρακοσίων πόλεμον, τότε τοὺς Γελῴους κάμνοντας τῷ πολέμῳ διαπέμψασθαι πρὸς τοὺς Καμαριναίους ὑπὲρ ἀνοχῶν· 12.25k.4 τῶν δὲ προθύμως δεξαμένων, μετὰ ταῦτα πρεσβεύειν ἑκατέρους πρὸς τοὺς ἑαυτῶν συμμάχους καὶ παρακαλεῖν ἄνδρας ἐκπέμψαι πιστούς, οἵτινες εἰσελθόντες εἰς Γέλαν βουλεύσονται περὶ διαλύσεως καὶ τῶν κοινῇ συμφερόντων. 12.25k.5 παραγενομένων δὲ τῶν συνέδρων, καὶ διαβουλίου προτεθέντος τοιούτοις τισὶ χρώμενον εἰσάγει λόγοις τὸν Ἑρμοκράτην. 12.25k.6 ἐπαινέσας γὰρ προειρημένος ἀνὴρ τοὺς Γελῴους καὶ τοὺς Καμαριναίους, πρῶτον μὲν ὡς αὐτῶν ποιησάντων τὰς ἀνοχάς, δεύτερον ὅτι τοῦ περὶ διαλύσεως γενέσθαι λόγους αἴτιοι καθεστήκασι, τρίτον ὅτι προνοηθεῖεν τοῦ μὴ βουλεύεσθαι τὰ πλήθη περὶ τῶν διαλύσεων, ἀλλὰ τοὺς προεστῶτας τῶν πολιτῶν τοὺς σαφῶς εἰδότας τίνα διαφορὰν πόλεμος ἔχει τῆς εἰρήνης,



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 12.25i.7 Polyb. 12.25k.3 (English) >>Polyb. 12.25k.9

Powered by PhiloLogic