Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 12.25k.3 Polyb. 12.25k.9 (English) >>Polyb. 12.26.4

12.25k.7 μετὰ δὲ ταῦτα δύʼ τρία λαβὼν ἐπιχειρήματα πραγματικά, λοιπόν φησιν αὐτοὺς ἐπιστήσαντας μαθεῖν ἡλίκην πόλεμος διαφορὰν ἔχει τῆς εἰρήνης, μικρῷ πρότερον εἰρηκὼς ὅτι κατʼ αὐτὸ τοῦτο χάριν ἔχει τοῖς Γελῴοις τὸ μὴ γίνεσθαι τοὺς λόγους ἐν τοῖς πολλοῖς ἀλλʼ ἐν συνεδρίῳ καλῶς γινώσκοντι τὰς τοιαύτας περιπετείας. 12.25k.8 ἐξ ὧν Τίμαιος οὐ μόνον τῆς πραγματικῆς ἂν δόξειεν ἀπολείπεσθαι δυνάμεως, ἀλλὰ καὶ τῶν ἐν ταῖς διατριβαῖς ἐπιχειρήσεων οὐκ ὀλίγον ἐλαττοῦσθαι. 12.25k.9 πάντες γὰρ δήπουθεν οἴονται δεῖν τὰς ἀποδείξεις φέρειν τῶν ἀγνοουμένων καὶ τῶν ἀπιστουμένων παρὰ τοῖς ἀκροαταῖς, περὶ δὲ τῶν ἤδη γινωσκομένων ματαιότατον εἶναι πάντων καὶ παιδαριωδέστατον τὸ καθευρεσιλογεῖν μενον τὸ γινωσκόμενον. 12.25k.10 δὲ χωρὶς τῆς ὅλης παραπτώσεως τοῦ διατεθεῖσθαι τὸ πλεῖστον μέρος τοῦ λόγου πρὸς τὰ καθάπαξ μὴ προσδεόμενα λόγου καὶ λήμμασι κέχρηται τοιούτοις, 12.25k.11 οἷς τὸν μὲν Ἑρμοκράτην τίς ἂν κεχρῆσθαι πιστεύσειε, τὸν συναγωνισάμενον μὲν Λακεδαιμονίοις τὴν ἐν Αἰγὸς ποταμοῖς ναυμαχίαν, αὐτανδρὶ δὲ χειρωσάμενον τὰς Ἀθηναίων δυνάμεις καὶ τοὺς στρατηγοὺς κατὰ Σικελίαν, ἀλλʼ οὐδὲ μειράκιον τὸ τυχόν;

12.26.1

ὅς γε πρῶτον μὲν οἴεται δεῖν ἀναμνησθῆναι τοὺς συνέδρους διότι τοὺς κοιμωμένους τὸν ὄρθρον ἐν μὲν τῷ πολέμῳ διεγείρουσιν αἱ σάλπιγγες, κατὰ δὲ τὴν εἰρήνην οἱ ὄρνιθες.



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 12.25k.3 Polyb. 12.25k.9 (English) >>Polyb. 12.26.4

Powered by PhiloLogic