Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 12.25k.7 Polyb. 12.26.2 (English) >>Polyb. 12.26.9

12.25k.11 οἷς τὸν μὲν Ἑρμοκράτην τίς ἂν κεχρῆσθαι πιστεύσειε, τὸν συναγωνισάμενον μὲν Λακεδαιμονίοις τὴν ἐν Αἰγὸς ποταμοῖς ναυμαχίαν, αὐτανδρὶ δὲ χειρωσάμενον τὰς Ἀθηναίων δυνάμεις καὶ τοὺς στρατηγοὺς κατὰ Σικελίαν, ἀλλʼ οὐδὲ μειράκιον τὸ τυχόν;

12.26.1

ὅς γε πρῶτον μὲν οἴεται δεῖν ἀναμνησθῆναι τοὺς συνέδρους διότι τοὺς κοιμωμένους τὸν ὄρθρον ἐν μὲν τῷ πολέμῳ διεγείρουσιν αἱ σάλπιγγες, κατὰ δὲ τὴν εἰρήνην οἱ ὄρνιθες. 12.26.2 μετὰ δὲ ταῦτα τὸν Ἡρακλέα φησὶ τὸν μὲν Ὀλυμπίων ἀγῶνα θεῖναι καὶ τὴν ἐκεχειρίαν δεῖγμα ποιούμενον τῆς αὑτοῦ προαιρέσεως, ὅσοις δʼ ἐπολέμησε, τούτους πάντας βεβλαφέναι κατὰ τὴν ἀνάγκην καὶ κατʼ ἐπιταγήν, ἑκουσίως δὲ παραίτιον οὐδενὶ γεγονέναι κακοῦ τῶν ἀνθρώπων. 12.26.3 ἑξῆς δὲ τούτοις παρὰ μὲν τῷ ποιητῇ τὸν Δία παρεισάγεσθαι δυσαρεστούμενον τῷ Ἄρει καὶ λέγοντα

ἔχθιστος δέ μοί ἐσσι θεῶν, οἳ Ὄλυμπον ἔχουσιν·

αἰεὶ γάρ τοι ἔρις τε φίλη πόλεμοί τε μάχαι τε. 12.26.4 ὁμοίως δὲ καὶ τὸν φρονιμώτατον τῶν ἡρώων λέγειν

ἀφρήτωρ, ἀθέμιστος, ἀνέστιός ἐστιν ἐκεῖνος

ὃς πολέμου ἔραται ἐπιδημίου ὀκρυόεντος. ὁμογνωμονεῖν δὲ τῷ ποιητῇ καὶ τὸν Εὐριπίδην, 12.26.5 ἐν οἷς φησιν,

εἰρήνα βαθύπλουτε,

καλλίστα μακάρων θεῶν,

ζῆλός μοι σέθεν, ὡς χρονίζεις.

δέδοικα δὲ μὴ πρὶν ὑπερβάλῃ με γῆρας,

πρὶν σὰν χαρίεσσαν προσιδεῖν ὥραν

καὶ καλλιχόρους ἀοιδὰς

φιλοστεφάνους τε κώμους.



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 12.25k.7 Polyb. 12.26.2 (English) >>Polyb. 12.26.9

Powered by PhiloLogic