Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 12.26a.4 Polyb. 12.26b.5 (English) >>Polyb. 12.26d.1

12.26b.3 τοῦτο δʼ ἐστὶν οὐ καταφευγόντων ἐπὶ τὰς Συρακοσίων ἐλπίδας, ἀλλὰ πιστευόντων αὑτοῖς καὶ προκαλουμένων τὸν βουλόμενον ἐπὶ τὸν τῆς ἀνδρείας ἀγῶνα καὶ τὸν περὶ τῆς ἀρετῆς στέφανον. 12.26b.4 ἀλλʼ ὅμως Τίμαιος εἰς ἕκαστα τῶν προειρημένων τοσούτους ἐκτείνει λόγους καὶ τοιαύτην ποιεῖται σπουδὴν περὶ τοῦ τὴν μὲν Σικελίαν μεγαλομερεστέραν ποιῆσαι τῆς συμπάσης Ἑλλάδος, τὰς δʼ ἐν αὐτῇ πράξεις ἐπιφανεστέρας καὶ καλλίους τῶν κατὰ τὴν ἄλλην οἰκουμένην, τῶν δʼ ἀνδρῶν τῶν μὲν σοφίᾳ διενηνοχότων σοφωτάτους τοὺς ἐν Σικελίᾳ, τῶν δὲ πραγματικῶν ἡγεμονικωτάτους καὶ θειοτάτους τοὺς ἐκ Συρακουσῶν, 12.26b.5 ὥστε μὴ καταλιπεῖν ὑπερβολὴν τοῖς μειρακίοις τοῖς ἐν ταῖς διατριβαῖς καὶ τοῖς περιπάτοις πρὸς τὰς παραδόξους ἐπιχειρήσεις, ὅταν Θερσίτου λέγειν ἐγκώμιον Πηνελόπης πρόθωνται ψόγον τινος ἑτέρου τῶν τοιούτων.

12.26c.1

Λοιπὸν ἐκ τούτων διὰ τὴν ὑπερβολὴν τῆς παραδοξολογίας οὐκ εἰς σύγκρισιν, ἀλλʼ εἰς καταμώκησιν ἄγει καὶ τοὺς ἄνδρας καὶ τὰς πράξεις ὧν βούλεται προΐστασθαι, καὶ σχεδὸν εἰς τὸ παραπλήσιον ἐμπίπτει τοῖς περὶ τοὺς ἐν Ἀκαδημείᾳ λόγους πρὸς τὸν προχειρότατον λόγον ἠσκηκόσι. 12.26c.2 καὶ γὰρ ἐκείνων τινὲς βουλόμενοι περί τε τῶν προφανῶς καταληπτῶν εἶναι δοκούντων καὶ περὶ τῶν ἀκαταλήπτων εἰς ἀπορίαν ἄγειν τοὺς προσδιαλεγομένους τοιαύταις χρῶνται παραδοξολογίαις καὶ τοιαύτας εὐποροῦσι πιθανότητας ὥστε διαπορεῖν εἰ δυνατόν ἐστι τοὺς ἐν Ἀθήναις ὄντας ὀσφραίνεσθαι τῶν ἑψομένων ᾠῶν ἐν Ἐφέσῳ καὶ διστάζειν μή πως, καθʼ ὃν καιρὸν ἐν Ἀκαδημείᾳ διαλέγονται περὶ τούτων, οὐχ ὕπαρ, ἀλλʼ ὄναρ ἐν οἴκῳ κατακείμενοι τούτους διατίθενται τοὺς λόγους.



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 12.26a.4 Polyb. 12.26b.5 (English) >>Polyb. 12.26d.1

Powered by PhiloLogic