Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 12.26d.3 Polyb. 12.27a.3 (English) >>Polyb. 12.27.7

12.26d.6 οἵ γε μὴν ταῖς δημηγορίαις προσσχόντες αὐτοῦ καὶ καθόλου τοῖς διεξοδικοῖς λόγοις μειρακιώδεις καὶ διατριβικοὶ καὶ τελέως ἀναλήθεις γίνονται διὰ τὰς ἄρτι ῥηθείσας αἰτίας.

12.27a.1

Λοιπὸν δὲ τὸ πραγματικὸν αὐτῷ μέρος τῆς ἱστορίας ἐκ πάντων σύγκειται τῶν ἁμαρτημάτων, ὧν τὰ πλεῖστα διεληλύθαμεν· 12.27a.2 τὴν δʼ αἰτίαν τῆς ἁμαρτίας νῦν ἐροῦμεν, ἥτις οὐκ ἔνδοξος μὲν φανεῖται τοῖς πλείστοις, ἀληθινωτάτη δʼ εὑρεθήσεται τῶν Τιμαίου κατηγορημάτων. 12.27a.3 δοκεῖ μὲν γὰρ καὶ τὴν ἐμπειρικὴν περὶ ἕκαστα δύναμιν καὶ τὴν ἐπὶ τῆς πολυπραγμοσύνης ἕξιν παρεσκευάσθαι καὶ συλλήβδην φιλοπόνως προσεληλυθέναι πρὸς τὸ γράφειν τὴν ἱστορίαν, 12.27a.4 ἐν ἐνίοις δʼ οὐδεὶς οὔτʼ ἀπειρότερος οὔτʼ ἀφιλοπονώτερος φαίνεται γεγονέναι τῶν ἐπʼ ὀνόματος συγγραφέων. δῆλον δʼ ἔσται τὸ λεγόμενον ἐκ τούτων.

12.27.1

δυεῖν γὰρ ὄντων κατὰ φύσιν ὡς ἂν εἴ τινων ὀργάνων ἡμῖν, οἷς πάντα πυνθανόμεθα καὶ πολυπραγμονοῦμεν ἀκοῆς καὶ ὁράσεως, ἀληθινωτέρας δʼ οὔσης οὐ μικρῷ τῆς ὁράσεως κατὰ τὸν Ἡράκλειτονὀφθαλμοὶ γὰρ τῶν ὤτων ἀκριβέστεροι μάρτυρεςτούτων Τίμαιος τὴν ἡδίω μέν, 12.27.2 ἥττω δὲ τῶν ὁδῶν ὥρμησε πρὸς τὸ πολυπραγμονεῖν. 12.27.3 τῶν μὲν γὰρ διὰ τῆς ὁράσεως εἰς τέλος ἀπέστη, τῶν δὲ διὰ τῆς ἀκοῆς ἀντεποιήσατο. καὶ ταύτης διμεροῦς οὔσης τινός, τοῦ μὲν διὰ τῶν ὑπομνημάτων τὸ δὲ περὶ τὰς ἀνακρίσεις ῥᾳθύμως ἀνεστράφη, καθάπερ ἐν τοῖς ἀνώτερον ἡμῖν δεδήλωται.



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 12.26d.3 Polyb. 12.27a.3 (English) >>Polyb. 12.27.7

Powered by PhiloLogic